Ancient Greek · ~7 min
Edition urn:cts:greekLit:tlg0653.tlg001.perseus-grc2, lines 2.798-2.837
Aratus Astron. et Epic., Φαινόμενα 2.798-837
Not analysed yet
μείζονι δʼ ἂν χειμῶνι πυρώτερα φοινίσσοιτο.
σκέπτεο δʼ ἐς πληθύν τε καὶ ἀμφότερον διχόωσαν,
ἠμὲν ἀεξομένην ἠδʼ ἐς κέρας αὖθις ἰοῦσαν,
καί οἱ ἐπὶ χροιῇ τεκμαίρεο μηνὸς ἑκάστου.
πάντη γὰρ καθαρῇ κε μάλʼ εὔδια τεκμήραιο·
πάντα δʼ ἐρευθομένῃ δοκέειν ἀνέμοιο κελεύθους·
ἄλλοθι δʼ ἄλλο μελαινομένῃ δοκέειν ὑετοῖο.
σήματα δʼ οὐ μάηα πᾶσιν ἐπʼ ἤμασι πάντα τέτυκται·
ἀλλʼ ὅσα μὲν τριτάτῇ τε τεταρταίῃ τε πέλονται,
μέσφα διχαιομένης, διχάδος γε μὲν ἄχρις ἐπʼ αὐτὴν
σημαίνει διχόμηνον, ἀτὰρ πάλιν ἐκ διχομήνου
ἐς διχάδα φθιμένην· ἔχεται δέ οἱ αὐτίκα τετρὰς
μηνὸς ἀποιχομένου, τῇ δὲ τριτάτη ἐπιόντος.
εἰ δέ κέ μιν πεπὶ πᾶσαν ἀλωαὶ κυκλώσωνται
ἤ τρεῖς ἠὲ δύω περικείμεναι ἠὲ μίʼ οἴη,
τῇ μὲν ἰῇ ἀνέμοιο γαληναίης τε δοκεύειν,
ῥηγνυμένῃ ἀνέμοιο, μαραινομένῃ δὲ γαλήνης·
ταὶ δύο δʼ ἂν χειμῶνι περιτροχάοιντο σελήνην·
μείζονα δʼ ἂν χειμῶνα φέροι τριέλικτος ἀλωή,
καὶ μᾶλλον μελανεῦσα, καὶ εἰ ῥηγνύατο μᾶλλον.
καὶ τὰ μὲν οὖν ἐπὶ μηνὶ σεληναίης κε πύθοιο.
ἠελίοιο δέ τοι μελέτω ἑκάτερθεν ἰόντος.
ἠελίῳ καὶ μᾶλλον ἐοικότα σήματα κεῖται,
ἀμφότερον δύνοντι καὶ ἐκ περάτης ἀνιόντι.
μή οἱ ποικίλλοιτο νέον βάλλοντος ἀρούρας
κύκλος, ὅτʼ εὐδίου κεχρημένος ἤματος εἴης,
μηδέ τι σῆμα φέροι, φαίνοιτο δὲ λιτὸς ἁπάντη.
εἰ δʼ αὕτως καθαρόν μιν ἔχοι βουλύσιος ὥρη,
δύνοι δʼ ἀνέφελος μαλακὴν ὑποδείελος αἴγλην,
καί κεν ἐπερχομένη ἠοῦς ἔθʼ ὑπεύδιος εἴη.
ἀλλʼ οὐχ ὁππότε κοῖλος ἐειδόμενος περιτέλλῃ,
οὐδʼ ὁπότʼ ἀκτίνων αἱ μὲν νότον αἱ δὲ βορῆα
σχιζόμεναι βάλλωσι, τὰ δʼ αὖ περὶ μέσσα φαείνῃ,
ἀλλά που ἢ ὑετοῖο διέρχεται ἢ ἀνέμοιο.
σκέπτεο δʼ, εἴ κέ τοι αὐγαὶ ὑπείκωσʼ ἠελίοιο,
αὐτὸν ἐς ἠέλιον· τοῦ γὰρ σκοπιαὶ ἄρισται·
εἴ τί οἱ ἤπου ἔρευθος ἐπιτρέχει, οἷά τε πολλὰ
ἑλκομένων νεφέων ἐρυθαίνεται ἄλλοθεν ἄλλα,
ἢ εἴ που μελανεῖ· καί τοι τὰ μὲν ὕδατος ἔστω
σήματα μέλλοντος, τὰ δʼ ἐρεύθεα πάντʼ ἀνέμοιο.