Ancient Greek · ~7 min
Edition urn:cts:greekLit:tlg0653.tlg001.perseus-grc2, lines 2.758-2.797
Aratus Astron. et Epic., Φαινόμενα 2.758-797
Not analysed yet
τῶ κείνων πεπόνησο· μέλοι δέ τοι, εἴ ποτε νηῒ
πιστεύεις, εὑρεῖν ὅσα που κεχρημένα κεῖται
σήματα χειμερίοις ἀνέμοις ἢ λαίλαπι πόντου.
μόχθος μέν τʼ ὀλίγος, τὸ δὲ μυρίον αὺτίκʼ ὄνειαρ
γίνετʼ ἐπιφροσύνης αἰεὶ πεφυλαγμένῳ ἀνδρί.
αὐτὸς μὲν τὰ πρῶτα σαώτερος, εὖ δὲ καὶ ἄλλον
παρειπὼν ὤνησεν, ὅτʼ ἐγγύθεν ὤρορε χειμών.
πολλάκι γὰρ καί τίς τε γαληναίῃ ὑπὸ νυκτὶ
νῆα περιστέλλει πεφοβημένος ἦρι θαλάσσης·
ἄλλοτε δὲ τρίτον ἦμαρ ἐπιτρέχει, ἄλλοτε τέμπτον,
ἄλλοτε δʼ ἀπρόφατον κακὸν ἵκετο· πάντα γὰρ οὔπω
ἐκ Διὸς ἄνθρωποι γινώσκομεν, ἀλλʼ ἔτι πολλὰ
κέκπυπται, τῶν αἴ κε θέλῃ καὶ ἐσαυτίκα δώσει
Ζεύς· ὁ γὰρ οὖν γενεὴν ἀνδρῶν ἀναφανδὸν ὀφέλλει,
πάντοθεν εἰδόμενος, πάντη δʼ ὅ γε σήματα φαίνων.
ἄλλα δέ τοι ἐρέει ἤπου διχόωσα σελήνη
πληθύος ἀμφοτέρωθεν ἢ αὐτίκα πεπληθυῖα·
ἄλλα δʼ ἀνερχόμενος, τοτὲ δʼ ἄκρῃ νυκτὶ κελεύων
ἠέλιος· τὰ δέ τοι καὶ ἀπʼ ἄλλων ἔσσεται ἄλλα
σήματα καὶ περὶ νυκτὶ καὶ ἤματι ποιήσασθαι.
σκέπτεο δέ πρῶτον κεράων ἑκάτερθε σελήνην.
ἄλλοτε γάρ τʼ ἄλλῃ μιν ἐπιγράφει ἕσπερος αἴγλῃ,
ἄλλοτε δʼ ἀλλοῖαι μορφαὶ κερόωσι σελήνην
εὐθὺς ἀεξομένην, αἱ μὲν τρίτῃ, αἱ δὲ τετάρτῃ·
τάων καὶ πεπὶ μηνὸς ἐφεσταότος κε πύθοιο.
λεπτὴ μὲν καθαρή τε περὶ τρίτον ἦμαρ ἐοῦσα
εὔδιός κʼ εἴη· λεπτὴ δὲ καὶ εὖ μάλʼ ἐρευθὴς
πνευματίη· παχίων δέ καὶ ἀμβλείῃσι κεραίαις
τέτρατον ἐκ τριτάτοιο φόως ἀμενηνὸν ἔχουσα
ἤ νότῳ ἄμβλυνται ἢ ὕδατος ἐγγὺς ἐόντος.
εἰ δέ κʼ ἀπʼ ἀμφοτέρων κεράων, τρίτον ἦμαρ ἄγουσα,
μήτʼ ἐπινευστάζῃ μήθʼ ὑπτιόωσα φαείνῃ,
ἀλλʼ ὀρθαὶ ἑκάτερθε περιγνάμπτωσι κεραῖαι,
ἑσπέριοί κʼ ἄνεμοι κείνην μετὰ νύκτα φέροιντο.
εἰ δʼ αὕτως ὀρθὴ καὶ τέτρατον ἦμαρ ἀγινεῖ,
ἦ τʼ ἄν χειμῶνος συναγειρομένοιο διδάσκοι.
εἰ δέ κέ οἱ κεράων τὸ μετήορον εὖ ἐπινεύῃ,
δειδέχθαι βορέω· ὅτε δʼ ὑπτιάῃσι, νότοιο.
αὐτὰρ ἐπὴν τριτόωσαν ὅλος περὶ κύκλος ἑλίσσῃ
πάντη ἐρευθόμενος, μάλα κεν τότε χείμερος εἴη·