Ancient Greek · ~7 min
Edition urn:cts:greekLit:tlg0653.tlg001.perseus-grc2, lines 2.884-2.925
Aratus Astron. et Epic., Φαινόμενα 2.884-925
Not analysed yet
οὐ γάρ, ὅτʼ ἀμφοτέρωθεν ἁμοῦ περὶ μέσσον ἔχουσιν
ἠέλιον κεῖναι νεφέλαι σχεδὸν ὠκεανοῖο,
γίνεται ἀμβολίη διόθεν χειμῶνος ἰόντος.
εἴ γε μὲν ἐκ βορέαο μίʼ οἴη φοινίσσοιτο,
ἐκ βορέω πνοιάς κε φέροι, νοτίη δὲ νότοιο,
ἢ καί που ῥαθάμιγγες ἐπιτροχόωσʼ ὑετοῖο.
ἑσπερίοις καὶ μᾶλλον ἐπίτρεπε σήμασι τούτοις·
ἑσπερόθεν γὰρ ὁμῶς σημαίνεται ἐμμενὲς αἰεί.
σκέπτεο καὶ φάτνην. ἡ μέν τʼ ὀλίγῃ εἰκυῖα
ἀχλύϊ βορραίη ὑπὸ Καρκίνῳ ἡγηλάζει·
ἀμφὶ δέ μιν δύο λεπτὰ φαεινόμενοι φορέονται
ἀστέρες, οὔτε τι πολλὸν ἀπήοροι, οὔτε μάλʼ ἐγγύς,
ἀλλʼ ὅσσον τε μάλιστα πυγούσιον οἰίσασθαι·
εἶς μὲν πὰρ βορέαο· νότῳ δʼ ἐπικέκλιται ἄλλος.
καὶ ταὶ μὲν καλέονται ὄνοι· μέσση δέ τε Φάτνη.
ἥτε καὶ ἐξαπίνης πάντη Διὸς εὐδιόωντος
γίνετʼ ἄφαντος ὅλη· τοὶ δʼ ἀμφοτέρωθεν ἰόντες
ἀστέρες ἀλλήλων αὐτοσχεδὸν ἰνδάλλονται·
οὐκ ὀλίγῳ χειμῶνι τότε κλύζονται ἄρουραι.
εἰ δὲ μελαίνηται, τοὶ δʼ αὐτίκʼ ἐοικότες ὦσιν
ἀστέρες ἀμφότεροι, περί χʼ ὕδατι σημαίνοιεν.
εἰ δʼ ὁ μὲν ἐκ βορέω Φάτνης ἀμενηνὰ φαείνοι
λεπτὸν ἐπαχλύων, νότιος δὌνος ἀγλαὸς εἴη,
δειδέχθαι ἀνέμοιο νότου· βορέω δὲ μάλα χρή
ἔμπαλιν ἀχλυόεντι φαεινομένῳ τε δοκεύειν.
σῆμα δέ τοι ἀνέμοιο καὶ οἰδαίνουσα θάλασσα
γινέσθω καὶ μακρὸν ἐπʼ αἰγιαλοὶ βοόωντες,
ἀκταί τʼ εἰνάλιοι ὁπότʼ εὔδιοι ἠχήεσσαι
γίνονται, κορυφαί τε βοώμεναι οὔρεος ἄκραι.
καὶ δʼ ἄν ἐπὶ ξηρὴν ὅτʼ ἐρωδιὸς οὐ κατὰ κόσμον
ἐξ ἁλὸς ἔρχηται φωνῇ περιπολλὰ λεληκώς,
κινυμένου κε θάλασσαν ὕπερ φορέοιτʼ ἀνέμοιο.
καί ποτε καὶ κέπφοι, ὁπότʼ εὔδιοι ποτέονται,
ἀντία μελλόντων ἀνέμων εἰληδὰ φέρονται.
πολλάκι δʼ ἀγριάδες νῆσσαι ἤ εἰναλίδιναι
αἴθυιαι χερσαῖα τινάσσονται πτερύγεσσιν·
ἢ νεφέλη ὄρεος μηκύνεται ἐν κορυφῇσιν.
ἤδη καὶ πάπποι, λευκῆς γήρειον ἀκάνθης,
σῆμʼ ἐγένοντʼ ἀνέμου, κωφῆς ἁλὸς ὁππότε πολλοὶ
ἄκρον ἐπιπλώωσι, τὰ μὲν πάρος, ἄλλα δʼ ὀπίσσω.
καὶ θέρεος βρονταί τε καὶ ἀστραπαὶ ἔνθεν ἴωσιν,
ἔνθεν ἐπερχομένοιο περισκοπέειν ἀνέμοιο.