Ancient Greek · ~7 min
Edition urn:cts:greekLit:tlg0653.tlg001.perseus-grc2, lines 2.926-2.969
Aratus Astron. et Epic., Φαινόμενα 2.926-969
Not analysed yet
καὶ διὰ νύκτα μέλαιναν ὅτʼ ἀστέρες ἀΐσσωσιν
ταρφέα, ταὶ δʼ ὄπιθεν ῥυμοὶ ὑπολευκαίνωνται,
δειδέχθαι κείνοις αὐτὴν ὁδὸν ἐρχομένοιο
πνεύματος· ἢν δὲ καὶ ἄλλοι ἐναντίοι ἀΐσσωσιν,
ἄλλοι δʼ ἐξ ἄλλων μερέων, τότε δὴ πεφύλαξο
παντοίων ἀνέμων, οἵ τʼ ἄκριτοί εἰσι μάλιστα,
ἄκριτα δὲ πνείουσιν ἐπʼ ἀνδράσι τεκμήρασθαι.
αὐτάρ ὅτʼ ἐξ εὔροιο καὶ ἐκ νότου ἀστράπτῃσιν,
ἄλλοτε δʼ ἐκ ζεφύροιο, καὶ ἄλλοτε πὰρ βορέαο,
δὴ τότε τις πελάγει ἔνι δείδιε ναυτίλος ἀνήρ,
μή μιν τῇ μὲν ἔχῃ πέλαγος τῇ δʼ ἐκ Διὸς ὕδωρ·
ὕδατι γὰρ τοσσαίδε περὶ στεροπαὶ φορέονται.
πολλάκι δʼ ἐρχομένων ὑετῶν νέφεα προπάροιθεν
οἶα μάλιστα πόκοισιν ἐοικότα ἰνδάλλονται,
ἢ διδύμη ἔζωσε διὰ μέγαν οὐρανὸν ἶρις,
ἢ καί πού τις ἅλωα μελαινομένην ἔχει ἀστήρ.
πολλάκι λιμναῖαι ἢ εἰνάλιαι ὄρνιθες
ἄπληστον κλύζονται ἐνιέμεναι ὑδάτεσσιν,
ἢ λίμνην πέρι δηθὰ χελιδόνες ἀΐσσονται
γαστέρι τύπτουσαι αὕτως εἰλυμένον ὕδωρ,
ἢ μᾶλλον δειλαὶ γενεαί, ὕδροισιν ὄνειαρ,
αὐτόθεν ἐξ ὕδατος πατέρες βοόωσι γυρίνων,
ἢ τρύζει ὀρθρινὸν ἐρημαίη ὀλολυγών,
ἤ που καὶ λακέρυζα παρʼ ἠϊόνι προὐχούσῃ
χείματος ἐρχομένου χέρσῳ ὑπέτυψε κορώνη,
ἤ που καὶ ποταμοῖο ἐβάψατο μέχρι παρʼ ἄκρους
ὤμους ἐκ κεφαλῆς, ἢ καὶ μάλα πᾶσα κολυμβᾷ,
ἢ πολλὴ στρέφεται παρʼ ὕδωρ παχέα κρώζουσα.
καὶ βόες ἤδη τοι πάρος ὕδατος ἐνδίοιο
οὐρανὸν εἰσανιδόντες ἀπʼ αἰθέρος ὠσφρήσαντο·
καὶ κοίλης μύρμηκες ὀχῆς ἐξ ὤεα πάντα
θᾶσσον ἀνηνέγκαντο· καὶ ἀθρόοι ὦφθεν ἴουλοι
τείχη ἀνέρποντες, καὶ πλαζόμενοι σκώληκες
κεῖνοι, τοὺς καλέουσι μελαίνης ἔντερα γαίης.
καὶ τιθαὶ ὄρνιθες, ταὶ ἀλέκτορος ἐξεγένοντο,
εὖ ἐφθειρίσσαντο καὶ ἔκρωξαν μάλα φωνῇ,
οἷόν τε σταλάον ψοφέει ἐπὶ ὕδατι ὕδωρ.
δή ποτε καὶ γενεαὶ κοράκων καὶ φῦλα κολοιῶν
ὕδατος ἐρχομένοιο Διὸς πάρα σῆμʼ ἐγένοντο,
φαινόμενοι ἀγεληδὰ καὶ ἱρήκεσσιν ὁμοῖον
φθεγξάμενοι. καί που κόρακες δίους σταλαγμοὺς
φωνῇ ἐμιμήσαντο σὺν ὕδατος ἐρχομένοιο·
ἤ ποτε καὶ κρώξαντε βαρείῃ δισσάκι φωνῇ
μακρὸν ἐπιρροιζεῦσι τιναξάμενοι πτερὰ πυκνά·