Ancient Greek · ~8 min
Edition urn:cts:greekLit:tlg0653.tlg001.perseus-grc2, lines 2.970-2.1020
Aratus Astron. et Epic., Φαινόμενα 2.970-1020
Not analysed yet
καὶ νῆσσαι οἰκουροὶ ὑπωρόφιοί τε κολοιοὶ
ἐρχόμενοι κατὰ γεῖσα τινάσσονται πτερύγεσσιν,
ἢ ἐπὶ κῦμα διώκει ἐρωδιὸς ὀξὺ λεληκώς.
τῶν τοι μηδέν ἀπόβλητον πεφυλαγμένῳ ὕδωρ
γινέσθω· μηδʼ εἴ κεν ἐπὶ πλέον ἠὲ πάροιθεν
δάκνωσιν μυῖαι καὶ ἐφʼ αἵματος ἱμείρωνται,
ἢ λύχνοιο μύκητες ἀγείρωνται περὶ μύξαν
νύκτα κατὰ σκοτίην· μηδʼ ἢν ὑπὸ χείματος ὥρην
λύχνων ἄλλοτε μέν τε φάος κατά κόσμον ὀρώρῃ,
ἄλλοτε δʼ ἀΐσσωσιν ἄπο φλόγες ἠΰτε κοῦφαι
πομφόλυγες, μηδʼ εἴ κεν ἐπʼ αὐτόφι μαρμαίρωσιν
ἀκτῖνες, μηδʼ ἢν θέρεος μέγα πεπταμένοιο
νησαῖοι ὄρνιθες ἐπασσύτεροι φορέωνται.
μηδὲ σύ γʼ ἢ χύτρης ἠὲ τρίποδος πυριβήτεω,
σπινθῆρες ὅτʼ ἔωσι πέρι πλέονες, λελαθέσθαι·
μηδὲ κατὰ σποδιὴν ὁπότʼ ἄνθρακος αἰθομένοιο
λάμπηται πέρι σήματʼ ἐοικότα κεγχρείοισιν,
ἀλλʼ ἐπὶ καὶ τὰ δόκευε περισκοπέων ὑετοῖο.
εἴ γε μὲν ἠερόεσσα παρὲξ ὄρεος μεγάλοιο
πυθμένα τείνηται νεφέλη, ἄκραι δὲ κολῶναι
φαίνωνται καθαραί, μάλα κεν τόθʼ ὑπεύδιος εἴης.
εὔδιός κʼ εἴης καί ὅτε πλατέος παρὰ πόντου
φαίνηται χθαμαλὴ νεφέλη, μηδʼ ὑψόθι κύρῃ,
ἀλλʼ αὐτοῦ πλαταμῶνι παραθλίβηται ὁμοίη.
σκέπτεο δʼ εὔδιος μὲν ἐὼν ἐπὶ χείματι μᾶλλον,
ἐς δὲ γαληναίην χειμωνόθεν. εὖ δὲ μάλα χρὴ
ἐς Φάτνην ὁράᾳν, τὴν Καρκίνος ἀμφιελίσσει,
πρῶτα καθαιρομένην πάσης ὑπένερθεν ὁμίχλης·
κείνη γὰρ φθίνοντι καθαίρεται ἐν χειμῶνι.
καὶ φλόγες ἡσύχιαι λύχνων καὶ νυκτερίη γλαὺξ
ἥσυχον ἀείδουσα μαραινομένου χειμῶνος
γινέσθω τοι σῆμα, καὶ ἥσυχα ποικίλλουσα
ὥρῃ ἐν ἑσπερίῃ κρώξῃ πολύφωνα κορώνη·
καὶ κόρακες μοῦνοι μὲν ἐρημαῖοι βοοῶντες
δισσάκις, αὐτὰρ ἔπειτα μετʼ ἀθρόα κεκλήγοντες·
πλειότεροι δʼ ἀγεληδόν, ἐπὴν κοίτοιο μέδωνται,
φωνῆς ἔμπλειοι· χαίρειν κέ τις οἰίσσαιτο,
οἷα τὰ μὲν βοόωσι λιγαινομένοισιν ὁμοῖα,
πολλὰ δὲ δενδρείοιο περὶ φλόον, ἄλλοτʼ ἐπʼ αὐτοῦ,
ἧχί τε κείουσιν καὶ ὑπότροποι ἀπτερύονται.
καὶ δʼ ἄν που γέρανοι μαλακῆς προπάροιθε γαλήνης
ἀσφαλέως τανύσαιεν ἕνα δρόμον ἤλιθα πᾶσαι,
οὐδὲ παλιρρόθιοί κεν ὑπεύδιοι φορέοιντο.
ἦμος δʼ ἀστερόθεν καθαρὸν φὰος ἀμβλύνηται,
οὐδέ ποθεν νεφέλαι πεπιεσμέναι ἀντιόωσιν,
οὐδέ ποθεν ζόφος ἄλλος ὑποτρέχῃ οὐδὲ σελήνη,
ἀλλὰ τά γʼ ἐξαπίνης αὕτως ἀμενηνὰ φέρωνται,
μηκέτι τοι τόδε σῆμα γαληναίης ἐπικείσθω,
ἀλλʼ ἐπὶ χεῖμα δόκευε· καὶ ὁππότε ταὶ μὲν ἔωσιν
αὐτῇ ἐνὶ χώρῃ νεφέλαι, ταὶ δʼ ἄλλαι ὑπʼ αὐταῖς
ταὶ μὲν ἀμειβόμεναι, ταὶ δʼ ἐξόπιθεν φορέωνται.