Ancient Greek · ~3 min
Dfhg-Source dfhg3_ARATUS_SICYONIUS
ARATUS SICYONIUS, Fragmenta 6
Not analysed yet
Ἑαλωκότος δὲ Ἄργους καὶ κατόπιν εὐθὺς προσθεμένων τῷ Κλεομένει Κλεωνῶν καὶ Φλιοῦντος, ἐτύγχανε μὲν ὁ Ἄρατος ἐύ Κορίνθῳ ποιούμενός τινα τῶν λεγομένων λακωνίζειν ἐξέτασιν· ἀγγελίας δὲ περὶ τούτων προσπεσούσης διαταραχθεὶς καὶ τὴν πόλιν ἀποκλίνουσαν αἰσθόμενος πρὸς τὸν Κλεομένη καὶ τῶν Ἀχαιῶν ἀπαλλαγῆναι βουλομένην, ἐκάλει μὲν εἰς τὸ βουλευτήριον τοὺς πολίτας, ἔλαθε δὲ διολισθὼν ἄχρι τῆς πύλης. Ἐκεῖ δὲ, τοῦ ἵππου προσαχθέντος, ἀναβὰς ἔφυγεν εἰς Σικυῶνα. Τῶν δὲ Κορινθίων ἁμιλλωμένων εἰς Ἄργος πρὸς τὸν Κλεομένη φησὶν ὁ Ἄρατος τοὺς ἵππους πάντας ῥαγῆναι· τὸν δὲ Κλεομένη μέμφεσθαι τοὺς Κορινθίους μὴ συλλαβόντας αὐτὸν, ἀλλ ̓ ἐάσαντας διαφυγεῖν· οὐ μὴν ἀλλὰ καὶ πρὸς αὐτὸν ἐλθεῖν Μεγιστόνουν παρὰ τοῦ Κλεομένους δεομένου παραλαβεῖν τὸν Ἀκροκόρινθον (εἶχε γὰρ φρουρὰν Ἀχαιῶν) καὶ πολλὰ χρήματα διδόντος· ἀποκρίνασθαι δὲ αὐτὸν, ὡς οὐκ ἔχει τὰ πράγματα, μᾶλλον δὲ ὑπὸ τῶν πραγμάτων αὐτὸς ἔχεται. Ταῦτα μὲν ὁ Ἄρατος γέγραφεν.