Ancient Greek
14.2
Arcadius, De Accentibus [Sp.] 14.2
Unproofread scanNot analysed yet
Τὸ ἐφικέσθαι τῆς ἐν προσφωδίαις καθολικῆς ἀναλογίας ποθοῦντες, πρὸς δὲ τὸ μήκος τῆς Ἡρωδιανοῦ πραγματείας ἀπαγορευόντες, ἡ δὲ ἐπιτομῆς παράδοσις ὠνήσει πρὸς τὸ βούλημα. Σκοπεῖ οὖν εἴ τι καὶ ἡμῖν ἥνυσται χρήσιμον εἰς συνταμίαν, ἀλλὰ καὶ εἰς σαφήνειαν, ἐπεὶ γὰρ τὸ πολὺνυλον τῶν ὁρισμῶν ἐν πολλοῖς κανόσιν ἀθρόως κείμενον δύσληπτον ἦν, καταδιηρέθη τοῦτο, ἵν' εὐλήπτα γένηται διαιρεθέντα, ὑφ' ἑν κείμενα τῷ Ἡρωδιανῷ· τὸ γὰρ ἅμα γένος, εἶδος, σχῆμα, κατάληξιν, παραλήξιν, ἀρχήν, χρόνον, στοιχεῖον, πάθος, παραιτηρεῖν, καὶ ὅσα ἄλλα, ἢ τὰ πλεῖστα τούτων, χαλεπὸν καὶ δυσέφικτον. ἐφ' ἑκάστῳ δὲ τῶν τοιούτων ὁρισμῶν ἡ μὴ ἐπιπολλῆς ἅμα διὰ τῶν παραδειγμάτων εὐθὺς παράθεσις, ἀπαγορεύει διάνοιαν, ὥστε ῥᾷον τοῖς ἄλλοις ἀκολουθεῖν. δεῖ δὲ τὸν ἐφ' ἑκάστου κανόνος περιμένοντα λόγον, οὕτως