Ancient Greek
145.4 to 147.1
Arcadius, De Accentibus [Sp.] 145.4-147.1
Unproofread scanNot analysed yet
Τὰ διὰ τοῦ ιον τρισύλλαβα, ἔχοντα πρὸ τοῦ ι ρ ἢ λ, μὴ ὄντα ὑποκοριστικὰ, προπαραξύνεται, ἰκρίον τὸ σανίδωμα, ἕτριον, ὀσπρίον, ἕριον, μειλίον τὸ δῶρον, τριβλίον. τὸ δὲ θηρίον ἔχει τὸ ἢ καὶ ὑποκοριστικόν ἐστιν. ἔτι τὰ βιβλίον καὶ20 σμηλίον. Τὰ διὰ τοῦ ιον τρισύλλαβα κύρια προπαραξύνονται, ἵλιον, δέριον, ὄργιον, ἰσθμιον. Τὰ διὰ τοῦ νιον ἔχοντα πρὸ τοῦ ν σύμφωνον προπαραξύνεται, χωρὶς εἰ μὴ ἔχει ἡ πρώτη τὸ25 ᾳ μεθ’ ἑτέρου φωνήεντος, ἄνευ τῶν ὑποκοριστικῶν, ποίμνιον, δέμνιον, παίγνιον. τὸ γὰρ ᾳ οὐκ ἐστὶ μόνον. φέρνηιον ἢ πυρὶς τῶν ἰχθύων. τὸ δὲ ἀμνίον παραξύνεται, καὶ τὸ σκυννίον. Τὰ διὰ τοῦ ιον τρισύλλαβα ἔχοντα διφθογγον ἐν τῇ ἀρχούσῃ προπαραοξύνεται, μὴ ὄντα ὑποκοριστικά, φρούνιον, παίγνιον, ποίμνιον. τὸ δὲ σχοινίον, κροινίον ὑποκοριστικά. τὸ δὲ ὤνιον 5προπαραοξύνεται. Τὰ διὰ τοῦ ιον τρισύλλαβα προσηγορικά, ἔχοντα πρὸ τοῦ ῑ δύο σύμφωνα, ὧν τὸ ἓν οὐκ ἔστιν ἀμετάβολον, παραοξύνεται, ἰσχιον, ἰστιον. τὸ σίλφιον καὶ φόρκιον προπαραοξύνεται. 10 Τὰ διὰ τοῦ ῥιον προπαραοξύνεται, λήϊον, νήϊον, σημήϊον, μημηήϊον. Τὰ διὰ τοῦ διον ἀπὸ παραγωγῆς ἔχοντα τὸ δ προπαραοξύνεται, μύδιον, κώδιον, βοῖδιον, βιβλίδιον. τὸ δὲ παιδίον, κλειδίον, δαιδίον ἐκ πα- 15ραγωγῆς. Πᾶν εἰς ον ὑπὲρ τρεῖς συλλαβὰς μονογενὲς κύριον ἢ προσηγορικὸν ἢ ὑποκοριστικὸν προπαροξύνεται, περγάντιον, αἴάντιον, βυζάντιον, ἀρτοπώλιον, πλοιάριον. 20 Τὰ διὰ τοῦ αιον μονογενῆ ὑπὲρ τρεῖς συλλαβὰς προπαραοξύνεται, ἥραιον τὸ τέμενος, ἔλαιον, δίκαιον, κίρκαιον, τρόπαιον, καὶ τροπαῖον ἀττικῶς. τὸ δὲ ἀρχαῖος προπερισπᾶται. Τὰ διὰ τοῦ αιον μονογενῆ ὑπὲρ τρεῖς συλ- 25λαβὰς προπαραοξύνεται, ἀθήναιον τὸ τέμενος, λιλύβαιον, κεφάλαιον, περιβόλαιον, χωρὶς τοῦ χαλκουστραῖον ἰατρὸς, καὶ στεφαναῖον, καὶ ἡλεκταιῶν, καὶ καστραῖον. Τὰ διὰ τοῦ εἰον τρισύλλαβα προπαραξύνεται κύρια ὄντα, βοῦδειον, χλοῦνειον, σίγειον. Τὰ διὰ τοῦ εἰον τρισύλλαβα προπαραξύνον-ται, εἰ ἡ πρὸ τέλους συλλαβὴ εἰς φωνὴν λήγει, ὄρειον, κόνειον, γένειον, δάνειον. τὸ δὲ κοῖρειον προπερισπάζεται, καὶ λυχνεῖον καὶ πορνείον, οὐ μόνον ἔχοντα τὸ ν.