Ancient Greek
153.7
Arcadius, De Accentibus [Sp.] 153.7
Unproofread scanNot analysed yet
τούτου, ὅτι ἡ ὀξεῖα καὶ ἡ περισπωμένη λέξεων εἰσι τόνοι, ἡ δὲ βαρεῖα συλλαβῶν. Περὶ τόνου τῆς ἐνικῆς γενικῆς. λοις οὐ. οὕτω καὶ ἐπὶ ἄλλων πολλῶν, τύπτονται, πεποίηται, τύπτεσθαι, λέγεσθαι. προστίθησι δὲ ὁ τεχνικός, ὅτι τὸ μητρὸς καὶ ἀνδρὸς καὶ πατρὸς ἀπὸ τοῦ μητέρος καὶ ἀνέρος καὶ πατέρος ἐγένετο 5κατὰ συγκοπὴν, διὸ οὐκ ἐφύλαξαν τὸν τόνον, ἀκολούθησαντα τοῖς ἰδίοις συγγενέσι, πατέρος, μητέρος, ἀνέρος. ἐτὶ ἡμάρτηται καὶ ὁ τόνος τῆς γυναικὸς καὶ θυγατρὸς. τὸ δὲ ἱα ἱᾶς καὶ μία μιᾶς διαφέρει· κατὰ τὸν τόνον ἔδει ἰωνικῶ, καὶ τοῦν τῇ δοτικῇ ἱᾶ καὶ μιᾶ. πᾶσα γὰρ γενικὴ καὶ δοτικὴ μακροκατάληκτος ἐπὶ τέλους ἔχουσα τὸν τόνον περισπᾶται.