Ancient Greek
154.3
Arcadius, De Accentibus [Sp.] 154.3
Unproofread scanNot analysed yet
Περὶ τόνου τῆς ἐνικῆς δοτικῆς. Πᾶσα δοτικὴ ἐνικὴ ἰσοσύλλαβος τῇ γενικῇ ἐνικῇ καὶ ὁμοτονεῖ αὐτῇ,· καλοῦ καλῷ, φωτὸς φω-5 τῇ, ἀνδρὸς ἀνδρί, μητρὸς μητρί, τινὸς τινί, κηρὸς κηρί. · πρόσκειται ἰσοσυλλαβῶς, διὰ τὸ παχεῖος · παχεῖ, ἥτις διὰ τὴν συναῖρεσιν οὐκ ἰσοσυλλαβεῖ τῇ γενικῇ· -τὸ δὲ παχεῖ ἰσοσυλλαβεῖ. · λέγει δὲ ὁ5 τεχνικὸς, ὅτι αἱ μεταπεπλασμέναι δοτικαὶ ἔχουσαι τὸ ἰ προπαραξύνονται, εἰ μὴ δυσυλλαβία(sic) κωλύση, ὅς: ὁ πολυπάταγος, τοῦ πολυπατάγου, τῷ πολυπατάγῳ, καὶ κατὰ μεταπλασμὸν πολυπάταγι ἀναβιβάζει· αἱ γὰρ συγκοπαὶ ἀναβιβάζουσιν, ὁπίσωθεν ὁπισθεν,10 ὁμόπατρος ὁπατρος. τὸ δὲ πατρὸς καὶ ἀνδρὸς καὶ τὸ μητρὸς συγκοπέντα ἠκολούθησε τῷ χαρακτήρι τῶν εἰς ος δισυλλαβῶν γενικῶν. τὸ δὲ κλάδος, κλάδου, κλάδῳ, καὶ κατὰ μεταπλασμὸν κλαδί καταβιβάζει διὰ τὴν δυσυλλαβίαν(sic), καθ' ὁμοιότητα τῷ15 ἔτι: μηνὶ καὶ παιδὶ καὶ ἀνδρί, χωρὶς εἰ μὴ ἀπὸ συναίρέσεως εὑρεθῇ, πρὸς ἀντediaστολὴν ἑτέρου σημαινομένου, ἡ χαρακτήρι ἀκολουθήσει, ὡς εἴρηται.