Ancient Greek
162.4 to 163.1
Arcadius, De Accentibus [Sp.] 162.4-163.1
Unproofread scanNot analysed yet
Αἱ μέντοι ὑπολειπόμεναι πληθυντικαὶ γενι-καί, αἱ μὲν ὑποπίπτουσαι τούτοις τοῖς κανόσιν ἀκολουθοῦσι τῇ γενικῇ τοῦ δυικοῦ, φίλων φί-λων, ἀνθρώπων ἀνθρώπων. καὶ οὕτως αἱ εἰς οι ὀλήγουσαι εὐθεῖαι πληθυντικαί, εἰ μὲν βαρύνονται, βαρύνουσι τὰς γενικὰς, δοῦλοι δούλων, κοῦφοι κοῦφων, νυμφίοι νυμφίων, ὀμηροὶ ὀμήρων, τίμιοι τιμίων. αἱ δὲ εἰς οι εὐθεῖαι ὀξύτονοι περισπῶσι τὰς γενικὰς αὐτῶν, σοφοὶ σοφῶν, καλοὶ καλῶν, χρυσοῖ χρυσῶν.