Ancient Greek
166.1
Arcadius, De Accentibus [Sp.] 166.1
Unproofread scanNot analysed yet
τελευταίαν θέσει μακρῶν, διὰ τὸ φοινιξ καὶ κήρυξ· τούτων γὰρ προηγουμενῶν οὐ γίνεται ἐγκλιτικὴ, φοινιξ ἐστί, κήρυξ ἐστίν. Ἐὰν δὲ εὑρεθῇ λέξις ὀξύτονος ἢ προηγουμενὴ οὖσα περισπωμένη, προηγείται δὲ τοῦ ἐγκλιτικοῦ 66), φυλάττεται ἡ ὀξεῖα καὶ ἡ περισπωμένη, οἷον ξεύς, ξεύς τε, καλῶς, καλῶς μοι, σαφῶς, σαφῶς γε, κανόνος λέγοντος, ὅτι πᾶσα λέξις ὀξύτονος πολλάκις ἐν τῇ συνθέσει (in margine γρ. συνεπεία) 67 κοιμίζει τὴν ὀξείαν εἰς βαρεῖαν, χωρὶς τοῦ τίς· οἷον, ξεύς, ξεύς δε· καλῶς! (sic), καλὸς ἄνθρωπος· σοφός· σοφὸς ἄνθρω. πρόκειται χωρὶς τοῦ τίς· ἐπεὶ τοῦτο φυλάττει τὴν ὀξεῖαν, οἷον τίς πόθεν εἰς ἀνδρῶν. δεῖ δὲ προσθεῖναι τῷ κανόνι, χωρὶς εἰ μὴ ἐπιφέρεται στιγμὴ, ἢ ἐγκλιτικόν· τότε γὰρ οὐ κοιμίζεται ἡ ὀξεῖα εἰς βαρεῖαν, οἷον, ὠκύς· Ἀχιλλεὺς ἐπιφερομένη στιγμὴ οὐ κοιμίζει τὴν ὀξεῖαν εἰς βαρεῖαν τοῦ ἐγκλιτικοῦ ἐπιφερομένου.