Ancient Greek
171.2
Arcadius, De Accentibus [Sp.] 171.2
Unproofread scanNot analysed yet
Ἀπαραλόγως δὲ ἐγκλίδῃ ἡ ἀντωνυμία πυρφόρχίου (sic) προκειμένου. σημειοῦνται καὶ τὰς διὰ τοῦ σφ’ ἀντωνυμίας· καὶ αὗται γὰρ πυρφόρχιου πρὸς20 κειμένου ἐγκλίνονται, ἵνα σφ’ ἀγορὴ τε θέμιρτές τε, ὅς τε σφέας εἰσαφίγῃται, καὶ ἐπὶ τῶν ὁμοίων ὡσαύτως. εἰ μέντοι προπαραξύννοιτο ἡ προκειμένη λέξις τῶν ἐγκλιτικῶν μορίων, ἐγείρει τὴν ἐν τῷ τέλει αὐτῆς βαρεῖαν, οἷον, ἀνθρωπός τις, ἐν γάρ25 τῇ αὐ συλλαβῇ καὶ τῇ πὸς ὀξεῖα τίθεται, ἠκουσέ μου, ἄνθρωποι εἰσι, κάκιστοί εἰσιν. εἴπομεν γὰρ, ὡς ἐπιρρήμασι μόνοις καὶ ἐν εὐκτικοῖς ἡ ας καὶ ἡ οι μακραὶ εἰσιν· ἐν δὲ τοῖς λοιποῖς οὐκ ἐτι μακραὶ εἰσιν.