Ancient Greek
175.3
Arcadius, De Accentibus [Sp.] 175.3
Unproofread scanNot analysed yet
Τὰ εἰς βω ληγόντα βαρύνεται. τότε περισπᾶται, ὅτε 7) ἐν ταῖς δυσὶ συλλαβαῖς ἔχει τὸ β, ἢ ὄνομα προϋπάρχει, ἢ τὸ ὠ ἔχει ἐν τῇ παραλη-10 γούσῃ, ἢ τὸ ὦ μέγα. καὶ βαρύνεται μὲν ταῦτα, λεῖβω, τρίβω, στείβω, φέρβω. περισπᾶται δὲ ταῦτα ὡς ἔχοντα ἐν δυσὶ συλλαβαῖς β, βαβῶ τὸ καθεύδω, βομβῶ, βιβῶ τὸ περιπατῶ. ἐτι περισπῶνται τὰ ἔχοντα προϋπάρχοντα ὀνόματα, φό-15 βος φοβῶ, ἀσεβὴς ἀσεβῶ, εὐσεβὴς εὐσεβῶ, θόρυβος θορυβῶ, κέλυμβος κολυμβῶ, λαβὴ λαβῶ τὸ γὰρ λάβω ὑποτακτικόν ἐστι τοῦ ἔλαβον.