Ancient Greek
18.6
Arcadius, De Accentibus [Sp.] 18.6
Unproofread scanNot analysed yet
Τὰ εἰς γων ὑπὲρ δύο συλλαβὰς ὀξύνεται καὶ βαρύνεται. καὶ βαρύνεται μὲν, ὅσα φυλάττει τὸ ὦ κατὰ τὴν γενικὴν, καὶ διὰ τοῦ ντ κλίνεται, ἐλέγων, ὁλαγῶν, προάγων, σαλάγων, ἐρίγων. ὀξύνεται δὲ διὰ τοῦ ο κλινόμενα, εἰ μὴ ἀπὸ συνθέτου τοῦ ὅς παρώνυμα ὑπάρχοι· οἷον παφλαγῶν, λαιστηγῶν, ἀρχῶν ὁ σύμμαχος, πλὴν τοῦ κατακύρων· τὰ γὰρ ἀπὸ συνθέτων εἰς ὅς παραχθέντα κατὰ τοῦ αὐτοῦ σημαινομένου βαρύνεται· ἄπειρος, ἀπείρων, ἄναι-μος, ἄναιμων, ἀγκύλος, ἀγκύλων.