Ancient Greek
190.4
Arcadius, De Accentibus [Sp.] 190.4
Unproofread scanNot analysed yet
Τὰ εἰς ῶ καθαρόν ὑπερδισύλλαβα παραληγομενα ἰ βραχεῖ περισπᾶται, μειδιῶ, κοπιῶ, ἀξιῶ, ἐρυθριῶ, ἀγωνιῶ. τὸ δὲ ἐσθίω καὶ αἴω βαρύνονται. τὸ δὲ διδίω καὶ κικίω δεδιπλασιάσται ἀπὸ τοῦ διὼ καὶ κιὼ. τὸ δὲ μαστίω ἀπὸ τοῦ μαστίζω. σπάνια δὲ εἰσι τὰ δισύλλαβα κατὰ συστολὴν τοῦ ι, ὡς καὶ τὸ διὼ καὶ τὸ διὼ τὸ διώκω, ἰω καὶ ἰὼ τὸ πορεύομαι, καὶ τιὼ τὸ τιμῶ. τὸ δὲ βιῶ, οἷς, οἶ, τὸ ζω, βιῶ δέ, βιάς, βια, τὸ βιάζω.