Ancient Greek
192.4
Arcadius, De Accentibus [Sp.] 192.4
Unproofread scanNot analysed yet
Περὶ τόνου τῶν μελλόντων. Οἱ εἰς ῶ μέλλοντες κατὰ τὴν κοινὴν διάλεκτον, ἐὰν μὲν ἔχωσι πρὸ τοῦ ῶ τὸ ξ ἢ τὸ ψ ἢ τὸ σ, βαρύνονται, λέξω, πλέξω, τύψω, γράψω, ποιήσω, 10νοήσω. ἐὰν δὲ μηδὲν ἔχωσι τούτων πρὸ τοῦ ῶ, περισπᾶται, σπερῶ, φθερῶ, πλυνῶ, κτενῶ, τιλῶ. πρόκειται διὰ τὴν κοινὴν διάλεκτον, ἐπειδὴ τὸ ποιήσω ποιήσω οἱ δωριεῖς λέγουσι, καὶ τὸ λέξω λέξω.