Ancient Greek
196.7
Arcadius, De Accentibus [Sp.] 196.7
Unproofread scanNot analysed yet
ἐνεργητικῷ, νενόηκα νενόημαι, πεποίηκα πεποίημαι. τὸ δὲ ἁτάκειμαι καὶ πᾶθημα προπαραξύν- νει σύνθετα ὄντα. Ζήτησιν δὲ ἔχουσι τῶν ἐνεστῶτος χρόνου τοῦ —ἀπὸ τῶν εἰς μι, πότε προπαραοξύνονται καὶ πότε προπερισπῶνται. καὶ ἔστιν εἰπεῖν, ὅτι, εἰ μὲν ἔχῃ τὸ ἐνεργητικὸν ὀριστικὸν ἐν χρήσει, προπερισπῶνται, τίθημι, ἂν τιθῶμαι, ἵστημι, ἂν ἵστωμαι, δίδωμι, ἂν διδῶμαι. εἰ δὲ μὴ ἔχῃ τὸ ἐνεργητικὸν ἐν χρήσει, προπαραοξύνεται, δύναμαι, ἂν δύνωμαι· τὸ γὰρ δύνημι οὐκ ἐν χρήσει· ἐπίσταμαι, ἂν ἐπίστωμαι.