Ancient Greek
200.2 to 200.3
Arcadius, De Accentibus [Sp.] 200.2-3
Unproofread scanNot analysed yet
Τὰ εἰς ῶ μονοσύλλαβα ἐπὶ ἐνεστῶτος μετὰ προθέσεως συντεθειμένα τὴν περισπωμένην φυλάτ-τει καὶ ἐν τῇ συνθέσει, ὁμῶ περισμῶ, ἀθλῶ συναθλῶ, κλῶ συγκλῶ. πρόσκειται ἐπὶ ἐνεστῶτος 10διὰ τὸ σχῶ παράσχω· τοῦτο γὰρ δὴ δευτέρου ἀο-ρίστου ἐστὶ. πρόσκειται μετὰ προθέσεως διὰ τὸ ἄζω τὸ ξηραίνω· τοῦτο γὰρ ἀπὸ τοῦ ἄ στερητι-κοῦ μορίου καὶ τοῦ ζῶ. Πᾶν ῥῆμα ὁριστικὸν εἰς ῶ ὑπὲρ μίαν συλλα-15βὴν ἐν τῇ συνθέσει φυλάττει τὸν αὐτὸν τόνον, γράφω καταγράφω, βαίνω μεταβαίνω, φιλῶ κατα-φιλῶ, λέγω ἀλέγω. τὸ δὲ χειρογραφῶ καὶ καλα-μογλυφῶ καὶ ἀσθενῶ καὶ εὐσεβῶ καὶ ἀπειθῶ οὐ φυλάττουσι τὸν τόνον· οὐ γὰρ ἀπὸ ῥημάτων συν-20ετέθησαν.