Ancient Greek
202.6 to 202.8
Arcadius, De Accentibus [Sp.] 202.6-8
Unproofread scanNot analysed yet
Πᾶσα μετοχὴ εἰς ων ἢ ἐνεστῶτος ἐστὶ καὶ 15 παρατατικοῦ, ἢ δευτέρου ἀορίστου, ἢ μέλλοντος. αἱ μὲν οὖν τοῦ ἐνεστῶτος καὶ μέλλοντος ἢ βαρύνονται ἢ περισπῶνται. καὶ τότε μὲν ἡ μετοχὴ βαρύνεται, ὅτε τὸ ῥῆμα βαρύνεται, τύπτων, ὅτι τύπτω, γράφω γράφων, γράψω γράψων, ποιήσω ποιήσων. τότε δὲ περισπᾶται, ὅτε τὸ ῥῆμα περισπᾶται, ποιῶ ποιῶν, βοῶ βοῶν, τυπῶ τυπῶν. Αἱ δὲ εἰς ων τοῦ δευτέρου ἀορίστου ὀξύνουται, λαβὼν, τυπὼν, φαγὼν, πλὴν τοῦ πέφρων βαρυνομένου. τὸ δὲ ἔκων ἠκολούθησε τοῖς προει- 25 ρημένοις, ἀπὸ τοῦ εἴκω τὸ ὑποχωρῶ. Αἱ εἰς ᾶς τοῦ πρώτου ἀορίστου βαρύνονται, τύψας, ποιήσας, μεθ᾽ ὧν καὶ ἡ ἴσας ἀπὸ τοῦ ἴσημι. Αἱ δὲ εἰς ὡς τῶν παραλειμμένων ὀξύνονται, τετυφώς, τετυπώς, ἔστως, βεβώς.