Ancient Greek
209.2 to 210.5
Arcadius, De Accentibus [Sp.] 209.2-210.5
Unproofread scanNot analysed yet
Τῶν εἰς ἡ ληγόντων περισπῶνται ταῦτα, διπλῆ, τριπλῆ, ἡσυχῆ, πεζῆ, πανταχῆ, ὡς ἀπὸ πε- —,τριπλῆ, τετραρισπωμένων γινόμενα, τὸ διπλῶς, πεζῶς. περισπᾶται καὶ τὸ ὀμαρτῆ, ἀμαρτῆ, κομισθῆ, πῆ, ἥ, ὅπου, καὶ ἀντὶ τοῦ καθά. οἴσεται δὲ ταῦτα, ὦ, ἰωῆ, δηλαδὴ, ἀκμῆν. Τὰ εἰς ἰ λήγοντα ὀξύνεται, ἀμειβί, ὀδυρί, προπερισπῶνται δὲ ταῦτα, αὐθί, ἥχι, ἴφι. τοῖο ναῖχί ὀξύνεται. Καὶ τὰ εἰς εὶ δίφθογγον ὀξύνεται, χαμαί, βαβαί. τὸ ἴδι, εἴδε καὶ αἴδε παροξύνεται. τὸ χαμαὶς δὲ περισπωμένον εὑρον, ἀλλ᾽ ἡ συνήθεια παροξύνει. Τὰ εἰς οι περισπῶνται, ἐνταυθοί, ποί. οἴκοι δὲ παροξύνεται. Τὰ εἰς οι καὶ εἰς αἰ σχετλιαστικά παραλόγως περισπῶνται, ὅττοττοί, εὐοί, παπαί, ἀταταί, πλῆν τοῦ αἰ, οὔαι, βαβαί. παροξύνεται δὲ τὸ το οἴμοι, ὦμοι. ἡ δὲ συνήθεια ὀξύνει τὸ παπαὶ καὶ ἀταταί. Τὰ εἰς ευ περισπῶνται, φευ, εὖ. Καὶ τὰ εἰς ου περισπῶνται, πανταχοῦ, ἀγ- —,ἐλλεχοῦ, χου, ὁμοῦ, αὐτοῦ· πλῆν τοῦ ἴδου, ἰοῦ, καὶ οὐχὶ 25 —,ἀντὶ τοῦ τὸ ἀρνητικόν. τοῦτο καὶ ἐν τῇ συνήθεια ὀξύννεται. Τὰ εἰς ὑ ὀξύνεται, ἰθύ, εὐθύ, μεσηγύ, καὶ —· ὧν τούτων τὸ εὐθύς. Τὰ εἰς ε οξύνεται, ὁδὰς, ἀπρίς. καὶ νὰ εἰς ἄ, τριχθᾶ, τετραχθᾶ· καὶ τὰ ἄλλως ἔχοντα τὸ ἄ, ἄψ, μεᾶψ, λάας. Πᾶς σύνδεσμος παρακλῃρωματικὸς οξύνεται, χωρὶς εἰ μὴ δίφθογγον τὴν διὰ τοῦ ὐ ἔχει, δή, Τὰ δὲ διὰ τοῦ ἄ πρὸ μιᾶς ἔχοντα τὴν τόδην καὶ μακρᾷ παραληγόμενα προπερισπῶνται, ὡκα, ἥκα, αἶψα, οἶα ἀντὶ καδᾶ. τὸ ἄμα παροξύνει τὴν παραλήγουσαν, καὶ τὸ κάρτα διὰ τὸ θέσει μακρόν. Τὰ εἰς αρ περισπῶνται, αὐτῆμαρ, ἐνκῆμαρ. Τὰ ἐρωτηματικὰ περισπῶνται, πῶς, πού, ποῖ, πῇ. τὸ πώποτε προπαροξύνεται, καὶ περισπᾶται. τὸ ἵνατὶ καὶ διατί καὶ ἐν τῇ συνεπειᾷ οξύνεται. Περὶ τόνου τῶν συνδέσμων. Πᾶς σύνδεσμος μονοσύλλαβος βραχυκατάληκτος οξύνεται, γάρ, ἄρ, ῥά, δέ, τέ, μέν, κέν, ἄν, πέρ. Οἱ εἰς ἄ σύνδεσμοι ὑπὲρ μίαν συλλαβὴν βαρύνονται, ἄρα, κάτω (εἰς), ὅφρα, ἵνα, ἕνεκα, οὐζονεκα, δήτα, πλὴν τοῦ ἀλλά.