Ancient Greek
213.2
Arcadius, De Accentibus [Sp.] 213.2
Unproofread scanNot analysed yet
1 τόνους (sic pro χρόνους). 2 ἀποσταμμένην. 4 ἐπωνόμασε. 5 βαρεῖαν. κάτω φερομένην ὥσπερ ὑπὸ τινος δεγάνου 7- πειδὴ. ἐφορμησάμενοι γὰρ ἀλλήλαις τὰς εὐθείας ἑκατέρας τὴν τε τοῦ ὀξέος καὶ τὴν τοῦ βαρέος, ταύτην εἰναι τὴν περισπωμένην ἔλεγεν, ὡς πως αὐτὴν ἐξ ἀμφοῖν τοῖν τόνοις ἐξ ὧν ἐγένετο ὀξυβαρείαν ὀνομάζων. ἐπεὶ δὲ ὁμοιότητα αὐτὸ τὸ σχῆμα τοῦ τόνου πρὸς τῶν γραμμάτων ἐμελλεν ἔχειν τὸ Λ, δεδοικώς, μὴ τι ἄρα ἐν τῇ παραθέσει τῶν γραμμάτων παραμιγνύῃται τὴν ἀνάγνωσιν, βραχὺ τι τὴν εὐθεῖαν τῶν γωνιῶν κλάσας, καὶ περιτείνας τοιαύτας ἐν ἡμικύκλιον, ἅμα τῷ σχήματι τῆς περισπωμένης καὶ τῷ νοήματι, ἐπὶ τὸ οἰκειότερόν τε καὶ εὐφώνοτερον μετέβαλεν ἄλλ' ἕκαστον πνεύματι οὐκ ἀτέχνως οὐδ' ἁμούσως τὰ σημεῖα ἐπέθετο καθάπερ οἱ τοῖς αὐλοῖς τὰ τρήματα συγδράμενοι, ἐπιφράττειν αὐτὰ καὶ ὑπανοίγειν ὅποτε βούλοιτο, κέραςί τισιν ἢ βόμβυξιν ὑφορμίοις ἐπεσχεύασαντο, ἄνω καὶ κάτω, καὶ ἔνδον τε καὶ ἔξω στρέφοντες. ταῦτα οὖν, κακεῖνος, ὡςπερ κέρατα τὰ σημεῖα ἐποίησατο τῷ πνεύματι, ἐν τι σχῆμα ἑκατέρῳ σημεύσας. τοῦτο δὴ τὸ ἐν ὡςπερ αὐλῷ ἰσμός, ὅπερ ἔνδον καὶ ἔξω στρέφω ἐπιφράττειν τε καὶ ὑπανοίγειν τὸ πνεῦμα ἐδίδαξεν. ἐπιφράττειν μὲν γὰρ αὐτὸ καὶ ἐπέχειν, ὅποτε ψιλῶν ἐπιτάττοι. ἀφῆσι δὲ καὶ ὑπανοίγει, ὅηνίκα ἐπιπνέοντες ἡμεῖς δασέως λέγειν ἀναγκαζόμεθα.