Ancient Greek
73.3
Arcadius, De Accentibus [Sp.] 73.3
Unproofread scanNot analysed yet
Τὰ εἰς πος ὑπερδισύλλαβα ἄρσενικὰ ὄντα καὶ ἐπίθετικὰ, εἰ μὴ παραλήγοιτο τῷ ὠ, προπαραοξύνεται, ἄροπος, ἄναπος, ἀστέροπος, ὄλυμπος, εὐριπός, χάροπος τὸ κύριον, χαροπὸς δὲ τὸ ἐπίθετον. σσημειῶται τὸ ἄτραπὸς ὀξυνόμενον. τὰ δὲ παραληγόμενα τῷ ὠ κύρια ἢ προσηγορικὰ καὶ βαρύνεται καὶ ὀξύνεται. τὰ μὲν οὖν κύρια ἀπὸ φῦσει μακρᾶς ἀρχόμενα ὀξύνεται, οἰνωπός, ἄσωπός, ὄρωπός. σημειῶσαι τὸ αἴσωπος. τὸ δὲ κριτώπρος καὶ μελάνωπος κύρια οὐκ ἀπὸ μακρᾶς ἄρχονται. τὸ δὲ ἄνθρωπος προσηγορικὸν προπαραοξύνεται. τὸ μέντοι στενωπὸς ὀξύνεται προσηγορικὸν ὄν, ἐπὶ θηλυκοῦ μόνου. ἔτι καὶ τὸ ἄλωπὸς ὀξύνεται.