Ancient Greek
125.1
Arcesilaus, Fragmentum 125.1
Unproofread scanNot analysed yet
εὐρυχωρίας σε δεῖ. αἰγὸς τρόπον μάχαιραν ἐκκάλευσά . Phot. Berol. 46, 15: ,αἰγὸς κτ᾿' λέγεται μέντοι καὶ ἑτέρως ἡ παροιμία· αἴξ ποττὰν μάχαιραν, ὡς Χρύσιππος καὶ Κλέαρχος. τάσσεται δὲ ἐπὶ τῶν ἑαυτοῖς προξενοῦντων κακά. ἡ γὰρ αἴξ σκαλοῦσα τὴν μάχαιραν εὑρίσκει, δι' ἧς θύεται. καὶ ἄλλως· ἀπὸ Κορινθιακῆς παροιμίας· ἡ αἴξ δούσα τὴν μάχαιραν. οὕτω λέγεται· Κορινθίων γὰρ τῇ Ἀκραίᾳ Ἥρᾳ θυνόντων, ἣν λέγεται ἰδρύσασθαι Μήδεια, οἱ τὴν παροχὴν μεμεθωμένοι γῇ κρύψαντες τὴν μάχαιραν ἐκπίπτοντο ἐπι-λελησθαι, ἡ δὲ αἴξ αὐτὴν τοῖς ποσὶν ἀνεσκάλευσεν. ἄλλοι δὲ φασιν, ὅτι ἐν Κορίνθῳ τῆς Μηδείας παισὶ μετὰ τὸ ἐναγίσαι τὴν μάχαιραν ἀποκρύπτουσι, τῷ δὲ ἐξῆς ἔτει τὸ μέλλον πάλιν ἐναγίζεσθαι ἱερεῖον τοῖς κέρασιν ἀνορύττει τὴν μάχαιραν. Idem fere Paroem. Gr. II, p. 255, 5 Leutsch. (Cfr. Suid. s. v. αἰγὸς τρόπον· ἐπὶ τῶν ἑαυτοῖς ἐπι-φερόντων κακόν. ἀπὸ Κορινθιακῆς παροιμίας· ἡ αἴξ τὴν μάχαιραν. Similiter s. v. αἴξ. —Aliter Hes. αἴξ αἴγα ἢ τὴν μάχαιραν· παροιμία ἐπὶ τῶν μελέων τι ἑαυτοῖς ποιούντων, ἀπὸ ἱστορίας τοιαύτης. Κορίνθιοι θυσίαν τελούντες Ἥρῃ, αἴγα τῇ θεῷ ἐθύνον, τῶν δὲ κομ-ζάντων μυσωτῶν κρυψάντων τὴν μάχαιραν, καὶ σκηπτομένων. . . ἐνθα ὁστέθοντο, ἡ αἴξ τοῖς ποσὶν ἀνασκαλεύσασα ἀνέφηνεν, καὶ τὴν μὲν σκῆψιν αὐτῶν διήλεγξεν, ἑαυτῇ δὲ τῆς σφαγῆς αἰτία γέγονεν. οὕτω παροιμία.