Ancient Greek
271.2
Archedemus, Fragmenta 271.2
Unproofread scanNot analysed yet
9 Diocles Magnes apud Diog. Laërt. VII 68. τῶν ἀξιωμάτων τὰ μὲν ἐστιν ἁπλᾶ, τὰ δ’ οὐχ ἁπλᾶ, ὡς φασιν οἱ περὶ Χρύσιππον καὶ Ἀρχέδημον ——. ἁπλᾶ μὲν οὖν ἐστὶ τὰ συνεστῶτα ἐξ ἀξιώματος μὴ διαφορουμένου [ἢ ἐξ ἀξιωμάτων], οἷον τὸ „ἡμέρα ἐστὶ“. οὐχ ἁπλᾶ δὲ ἐστὶ τὰ συνεστῶτα ἐξ ἀξιώματος διαφορουμένου ἢ ἐξ ἀξιωμάτων. ἐξ ἀξιώματος μὲν διαφορουμένου, οἷον „εἰ ἡμέρα ἐστίν, <ἡμέρα ἐστίν>“. ἐξ ἀξιωμάτων δέ, οἷον „εἰ ἡμέρα ἐστὶ, φῶς ἐστὶ“.