Ancient Greek
2
Archedicus Comic., Fragmenta 2
Unproofread scanNot analysed yet
πρῶτον ὡμῶν κειμένων τῶν ἰχθύων πάρεισιν οἱ κεκλημένοι· 'δίδου κατὰ χειρός.' 'τοῦψον οὐκ εἴσει λαβών;' τὰς λοπάδας ἐπιθεὶς ἐπὶ τὸ πῦρ τοὺς ἄνθρακας ἔφραν' ἐλαίῳ πάντα καὶ ποιοῦ φλόγα. ἐν ᾧ τὸ λάχανον αἱ τε τῶν παροψίδων πάντ' ἄνδρα ὀριμύτητες εὐφραίνουσί μου, ἔφθον τὸν ἰχθὺν ἀποδιδῶμ', ἔχοντα τοὺς χυμοὺς ἐν αὐτῷ τὴν τε τῆς ἄλμης ἀκμήν, εἰς ἣν ἂν ἐμβάψαιτο πᾶς ἐλεύθερος·