Ancient Greek
Play The
Archedicus Comic., Fragmenta 2
Not analysed yet
Δραχμῶν τριῶν γλαυκίσκον . . . .
γόγγρου κεφαλὴν καὶ τὰ πρῶτα τεμάχια
δραχμῶν πάλιν πέντ'. ὢ ταλαιπώρου βίου.
δραχμῆς τραχήλους. ἀλλὰ νὴ τὸν ἥλιον,
κἀμοὶ τράχηλον ἕτερον εἴ ποθεν λαβεῖν
ἦν καὶ πρίασθαι δυνατόν, ὃν ἔχω τοῦτον ἄν,
πρὶν εἰσενεγκεῖν ταῦτα δεῦρ', ἀπηγξάμην.
οὐδεὶς δεδιηκόνηκεν ἐπιπονώτερον.
ἅμα μὲν πρίασθαι πολλὰ καὶ πολλοῦ σφόδρα,
ἅμα δ' εἴ τι χρηστὸν ἀγοράσαιμ' ἀπωλλύμην,
„κατέδοντ' ἐκεῖνοι τοῦτο“ πρὸς ἐμαυτὸν λέγων,
διαπυτιοῦσ' οἶνον δὲ τοιοῦτον χαμαί.
οἴμοι.