Ancient Greek
Fragment 1a
Archelaus Phil., Fragmenta 1a
Not analysed yet
ΦΥΣΙΟΛΟΓΙΑ PLUT. de primo frig. 21. 954F ὅθεν οὐ κατὰ χώραν μόνον ἐξ ἕδρας ἀκίνητον οὖσαν αὐτὴν (τὴν γῆν), ἀλλὰ καὶ κατ' οὐσίαν ἀμετάβλητον, Ἑστίαν ἅτε δὴ ‘μένουσαν ἐν θεῶν οἴκωι’ †κλίτα προσηγόρευσαν οἱ παλαιοὶ (Plato Phaedr. 246E) διὰ τὴν στάσιν καὶ πῆξιν· ἧς ἡ ψυχρότης δεσμός ἐστιν, ὡς Ἀρχέλαος ὁ φυσικὸς εἶπεν, οὐδενὸς χαλῶντος αὐτὴν οὐδὲ μαλάττοντος, ἅτε θερομένην καὶ ἀλεαινομένην <ἀμετάβλητον> οὖσαν.