Ancient Greek
1.354.1
Archelaus Phil., Testimonia 1.354.1
Unproofread scanNot analysed yet
εἰς μέσον ρεῖν. ἐν δὲ καὶ κατακαϊόμενον ἄερα γίνεσθαι καὶ γῆν, ὧν τὸ μὲν ἄνω φέρεσθαι, τὸ δὲ ὑρίστασθαι κάτω. τὴν μὲν οὖν γῆν ἡρεμεῖν καὶ γενέσθαι διὰ ταῦτα, κεῖσθαι δ’ ἐν μέσῳ οὐδὲν μέρος οὐσαν, ὡς εἰπεῖν, τοῦ παντός. (τὸν δ’ ἄερα κρατεῖν τοῦ παντός) ἐκδεδομένον ἐκ τῆς πυρώσεως, ἀφ’ οὗ πρῶτον ἀποκαιομένου τὴν τῶν ἀστέρων εἶναι φύσιν, ὧν μέγιστον μὲν ἥλιον, δεύτερον δὲ σελήνην, τῶν δὲ ἄλλων τὰ μὲν ἐλάττω τὰ δὲ μεῖζω. ἐπιχλιθῆναι δὲ τὸν οὐρανὸν φησι καὶ οὕτως τὸν ἥλιον ἐπὶ τῆς γῆς ποιῆσαι φῶς καὶ τὸν τε ἄερα ποιῆσαι διαφανῆ καὶ τὴν γῆν ξηράν. λίμνην γὰρ εἶναι τὸ πρῶτον, ἄτε κύκλῳ μὲν οὐσαν ὑψηλήν, μέσον δὲ κοίλην. σημεῖον δὲ φέρει τῆς κοιλότητος, ὅτι ὁ ἥλιος οὐχ ἅμα ἀνατέλλει τε καὶ δύεται πᾶσιν, ὅπερ ἔδει συμβαῖνειν, εἴπερ ἦν ὀμαλή. περὶ δὲ ζώων φησίν, ὅτι θερμαινομένης τῆς γῆς τὸ πρῶτον ἐν τῷ κάτω μέρει, ὅπου τὸ θερμὸν καὶ τὸ ψυχρόν ἐμιλγετο, ἀνεφαίνετο τὰ τε ἄλλα ζῷα πολλά καὶ οἱ ἄνθρωποι, ἀπαντα τὴν αὐτὴν δίαιταν ἔχοντα ἐκ τῆς ἰλῦος τρεφόμενα (ἦν δὲ ὀλιγοχρόνια)· ὕστερον δὲ αὐτοῖς ἡ ἐξ ἀλλήλων γένεσις συνέστη. καὶ διεκρίθησαν ἄνθρωποι ἀπὸ τῶν ἄλλων καὶ ἠγεμόνας καὶ νόμους καὶ τέχνας καὶ πόλεις καὶ τὰ ἄλλα συνέστησαν. νῦν δὲ λέγει πᾶσιν ἐμφνεσθαι ζώοις ὁμοίως. χρῆσθαι γὰρ ἕκαστον καὶ τῶν ζώων τῷ νῷ τὸ μὲν βραδύτερος, τὸ δὲ ταχυτέρος.