Ancient Greek
123.15
Archestratus, Fragmenta 123.15
Unproofread scanNot analysed yet
ἐναρίθμιον εἶναι |μ 65 οὐδέν |δ 195 al. Εἰ Διὸς γνώμῃ πᾶσι τοῖς ζῷοις ὁμόνοια καὶ κοινωνία γένοιτο πρὸς τὸν βίον, ὡς τὸν ἐν Ὀλυμπίᾳ κήρυκα μὴ μόνον ἀνθρώπους τοὺς ἀγωνιουμένους καλεῖν, ἀλλὰ καὶ πᾶσιν ἐπιτρέπειν τοῖς ζῷοις εἰς τὸ στάδιον ἥκειν, οὐδ’ ἓν’ ἂν ἄνθρωπον οἴμαι στεφθησέσθαι. ἐν μὲν γὰρ δολίχῳ ὑπέρτατος, φησίν, ὁ ἵππος ἔσται, τὸ στάδιον δὲ λαγωὸς ἀποῖσεται, ἐν δὲ διαύλῳ δορκὰς ἀριστεύσει· μερόπων δ’ ἐναρίθμιος οὐδεὶς ἐν ποσίν. ὦ κουφοὶ ἀσκήτορες, ἀθλιοὶ ἄνδρες.