Ancient Greek
55 to 58
Archilochus Eleg. et Iamb., Fragmenta 55-58
Unproofread scanNot analysed yet
Καὶ νέους θάφουσνε· νίκης δ’ ἐν θεοῖσι πείρατα. Τοῖς θεοῖς τίθει τὰ πάντα· πολλάκις μὲν ἐκ κακῶν ἄνδρας ὀρθοῦσιν μελαίνῃ κεῖμένους ἐπὶ χθονί, πολλάκις δ’ ἀνατρέπουσι καὶ μᾶλ’ εἰ βεβηκότας ὕπτιους κλίνουσ’· ἔπειτα πολλὰ γίγνεται κακά, καὶ βίου χρήμη πλανᾶται καὶ νόον παρήορος. Σίφωνι λεπτῷ τοὔπλῆγμα τετρήγας. Τὸν κεροπλάστην ἄειδε Γλαῦκον. μὲν ἐν τοῖς Ὀρρακικοῖς ἀπειλημένος δεινοῖς τὸν πόλεμον εἰκάζει θαλατ- τίῳ κλύδωνι, λέγων ὧδε πως· Γλαῦκε κτλ. Plut. de superstit. c. 8 Στάζουσιν ὥσπερ ἐκ τρωπηῖον σάκκος. Οὐ φιλέω μέγαν στρατηγὸν οὐδὲ διαπεπλιγμένον, οὐδὲ βοστρύχοισι γαῦρον οὐδ’ ὑπεξυρήμενον, ἀλλὰ μοι σμικρός τις εἴη καὶ περὶ κνήμας ἰδεῖν δοικὸς, ἀσφαλῶς βεβηκὼς ποσσί, καρδῆς πλέος. Κάλειφα ῥόδινον ἤδυ καὶ λέκος πυροῦ.