Ancient Greek
73
Archilochus Eleg. et Iamb., Fragmenta 73
Unproofread scanNot analysed yet
Ἦμβλαχον, καὶ ποῦ τιν’ ἄλλον ἢδ’ ἄτη κιχήσατο. Ὀλίγα φρονοῦσιν οἱ χάλιν πεπωχότες. Χρημάτων ἄελπτον οὐδὲν ἐστιν οὐδ’ ἀπώμοτον, οὐδὲ θαυμάσιον, ἐπειδή Ζεὺς πατὴρ Ὀλυμπίων ἐκ μεσημβρίας ἔθηκε νύκτ’ ἀποκρύψας φάος ἡλίου λάμποντος· λυγρὸν δ’ ἢλδ’ ἐπ’ ἀνθρώπους δέος. ἐκ δὲ τοῦ καὶ πιστὰ πάντα κάπὶελπτα γίνεται ἀνδράσιν· μηδεὶς ἐδ’ ὑμῶν εἴσορῶν θαυμαζέτω, μηδ’ ὅταν δελφῖσι θῆρες ἀνταμείψωνται νομόν Οὐ μοι δικαίως μοιχὸς ἀλῶναι δοκεῖ Κριτῖνς ὁ Χῖος ἐν κασωρικῷ δόμῳ.