Ancient Greek
ΕΠΙΠΕΔΩΝ ΙΣΟΡΡΟΠΙΩΝ Α΄
Archimède, De planorum aequilibriis ι΄.
Not analysed yet
Παντὸς παραλληλογράμμου τὸ κέντρον τοῦ βάρεός ἐστι τὸ σαμεῖον, καθʼ ὃ αἱ διάμετροι συμπίπτοντι. Ἔστω παραλληλόγραμμον τὸ ΑΒΓ△ καὶ ἐν αὐτῷ ἁ ΕΖ δίχα τέμνουσα τὰς ΑΒ, Γ△, ἁ δὲ ΚΛ τὰς ΑΓ, Β△· ἔστιν δὴ τοῦ ΑΒΓ△ παραλληλογράμμου τὸ κέντρον τοῦ βάρεος ἐπὶ τᾶς ΕΖ· δέδεικται γὰρ τοῦτο· διὰ ταὐτὰ δὲ καὶ ἐπὶ τᾶς ΚΛ· τὸ Θ ἄρα σαμεῖον κέντρον τοῦ βάρεος. Κατὰ δὲ τὸ Θ αἱ διάμετροι τοῦ παραλληλογράμμου συμπίπτοντι· ὥστε δέδεικται τὸ προτεθέν. ΑΛΛΩΣ Ἔστιν δὲ καὶ ἄλλως τὸ αὐτὸ δεῖξαι. Ἔστω παραλληλόγραμμον τὸ ΑΒΓ△, διάμετρος δὲ αὐτοῦ ἔστω ἁ △Β. Τὰ ἄρα ΑΒ△, Β△Γ τρίγωνα ἴσα ἐντὶ καὶ ὁμοῖα ἀλλάλοις· ὥστε ἐφαρμοζομένων ἐπʼ ἄλλαλα τῶν τριγώνων καὶ τὰ κέντρα τοῦ βάρεος αὐτῶν ἐπʼ ἄλλαλα πεσοῦνται. Ἔστω δὴ τοῦ ΑΒ△ τριγώνου κέντρον τοῦ βάρεος τὸ Ε σαμεῖον, καὶ τετμάσθω δίχα ἁ △Β κατὰ τὸ Θ, καὶ ἐπεζεύχθω ἁ ΕΘ καὶ ἐκβεβλήσθω, καὶ ἀπολελάφθω ἁ ΖΘ ἴσα τᾷ ΘΕ. Ἐφαρμοζομένου δὴ τοῦ ΑΒ△ τριγώνου ἐπὶ τὸ Β△Γ τρίγωνον καὶ τιθεμένας τᾶς μὲν ΑΒ πλευρᾶς ἐπὶ τὰν △Γ, τᾶς δὲ Α△ ἐπὶ τὰν ΒΓ, ἐφαρμόξει καὶ ἁ ΘE εὐθεῖα ἐπὶ τὰν ΖΘ, καὶ τὸ Ε σαμεῖον ἐπὶ τὸ Ζ πεσεῖται. Ἀλλὰ καὶ ἐπὶ τὸ κέντρον τοῦ βάρεος τοῦ Β△Γ τριγώνου. Ἐπεὶ οὖν τοῦ μὲν ΑΒ△ τριγώνου κέντρον τοῦ βάρεος τὸ Ε σαμεῖον, τοῦ δὲ △ΒΓ τὸ Ζ, δῆλον ὡς τοῦ ἐξ ἀμφοτέρων τῶν τριγώνων συγκειμένου μεγέθεος κέντρον τοῦ βάρεός ἐστι τὸ μέσον τᾶς ΕΖ εὐθείας, ὅπερ ἐστὶ τὸ Θ σαμεῖον.