Ancient Greek · ~2 min
α΄.
Archimède, Quadratura parabolae α΄.
Not analysed yet
Εἴ κα ᾖ ὀρθογωνίου κώνου τομά, ἐφʼ ἆς ἁ ΑΒΓ, ἁ δὲ Β△ παρὰ τὰν διάμετρον ἢ αὐτὰ διάμετρος, ἁ δὲ ΑΓ παρὰ τὰν κατὰ τὸ Β ἐπιψαύουσαν τᾶς τοῦ κώνου τομᾶς, ἴσα ἐσσεῖται ἁ Α△ τᾷ △Γ· κἂν ἴσα ᾖ ἁ Α△ τᾷ △Γ, παράλληλοι ἐσσοῦνται ἅ τε ΑΓ καὶ ἁ κατὰ τὸ Β ἐπιψαύουσα τᾶς τοῦ κώνου τομᾶς.