Ancient Greek · ~2 min
θ΄.
Archimède, Quadratura parabolae θ΄.
Not analysed yet
Ἔστω πάλιν τὸ μὲν ΑΓ ζύγιον, μέσον δὲ αὐτοῦ τὸ Β, τὸ δὲ Γ△Κ τρίγωνον ἀμβλυγώνιον βάσιν μὲν ἔχον τὰν △Κ, ὕψος δὲ τὰν ΕΓ, καὶ κρεμάσθω ἐκ τοῦ ζυγοῦ κατὰ τὰ Γ, Ε, τὸ δὲ Ζ χωρίον κρεμάσθω κατὰ τὸ Α καὶ ἰσορροπείτω τῷ △ΓΚ τριγώνῳ οὕτως ἔχοντι ὡς νῦν κεῖται, ὃν δὲ λόγον ἔχει ἁ ΑΒ ποτὶ τὰν ΒΕ, τοῦτον ἐχέτω τὸ Γ△Κ τρίγωνον ποτὶ τὸ Λ. Φαμὶ δὴ τὸ Ζ τοῦ μὲν Λ μεῖζον εἶμεν, τοῦ δὲ △ΓΚ ἔλασσον. Δειχθήσεται ὁμοίως τῷ πρότερον.