Ancient Greek · ~2 min
ια΄.
Archimède, Quadratura parabolae ια΄.
Not analysed yet
Ἔστω πάλιν τὸ μὲν ΑΓ ζύγιον καὶ μέσον αὐτοῦ τὸ Β, τὸ δὲ Κ△ΤΡ τραπέζιον ἔστω τὰς μὲν Κ△, ΤΡ πλευρὰς ἔχον ἐπὶ τὸ Γ νευούσας, τὰς δὲ △Ρ, ΚΤ καθέτους ἐπὶ τὰν ΒΓ, καὶ ἁ △Ρ ἐπὶ τὸ Β πιπτέτω, ὃν δὲ λόγον ἔχει ἁ ΑΒ ποτὶ τὰν ΒΗ, τοῦτον ἐχέτω τὸ △ΚΤΡ τραπέζιον ποτὶ τὸ Λ, τὸ δὲ △ΚΤΡ τραπέζιον κρεμάσθω ἐκ τοῦ ζυγοῦ κατὰ τὰ Β, Η καὶ τὸ Ζ κατὰ τὸ Α, καὶ ἰσορροπείτω τὸ Ζ τῷ △ΚΡΤ τραπεζίῳ οὕτως ἔχοντι ὡς νῦν κεῖται. Ὁμοίως δὴ τοῖς πρότερον δειχθήσεται ἔλασσον τὸ Ζ χωρίον τοῦ Λ.