Ancient Greek · ~1 min
Play Plou, lines Fragment tit-4
Archippus Comic., Fragmenta Fragment tit-5-4
Not analysed yet
ΠΛΟΥΤΟΣ.
Ἔστιν δέ μοι πρόφασις καλῶς εὑρημένη·
τὸν γὰρ γέροντα διαβαλοῦμαι τήμερον.
Α. Οἴμοι. Β τί [δήποτ'] ἐστί; μῶν ἔδακέ τί σε;
Α. ἔδακε; κατὰ μὲν οὖν ἔφαγε κἀπέβρυξέ τις.
Β. τίς ἡ πανουργία τε καὶ θεοσεχθρία;
Νῦν ὡς ἐγενόμην χρημάτων ἐπήβολος.
Ῥαφίδα καὶ λίνον λαβὼν
τόδε ῥῆγμα σύρραψον.