Ancient Greek
2.266.4
Archippus Lysis Opsimus, Testimonia Et Fragmenta 2.266.4
Unproofread scanNot analysed yet
4. ATHENAG. 5 p. 6, 15 Schwartz [nach 32 B 15, S. 245, 21] Λύσις δὲ καὶ Ὀψιμος ὁ μὲν ἀριθμὸν ἄρρητον ὁρίζει τὸν θεόν, ὁ δὲ τοῦ μεγίστου τῶν ἀριθμῶν τὴν παρὰ τὸν ἐγγυτάτω ὑπεροχήν· εἰ δὲ μέγιστος μὲν ἀριθμὸς ὁ δέκα κατὰ τοὺς Πυθαγορικοὺς ὁ τετρακτὺς τε ὢν καὶ πάντας τοὺς ἀριθμητικοὺς καὶ τοὺς ἁρμονικοὺς περιέχων λόγους, τούτῳ δὲ ἐγγὺς παράκειται ὁ ἐννέα, μονὰς ἐστιν ὁ θεός, τοῦτ᾿ ἐστὶν εἷς· ἐνὶ γὰρ ὑπερέχει ὁ μέγιστος τῶν ἐγγυτάτω ἐλαχίστῳ (ὀντι) αὐτῷ.