Ancient Greek
1.266.6
Archytas of Tarentum, Testimonia 1.266.6
Unproofread scanNot analysed yet
1. DIOG. VIII 79—83. Ἀρχύτας Μνησαγόρου Ταραντῖνος, ὡς δὲ Ἀριστόξενος 25 [FHG II 275 fr. 13 vgl. A 7. 9] Ἑστιαίου, Πυθαγορικός καὶ αὐτός. οὗτός ἐστιν ὁ Πλάτωνα βυσάμενος δι᾿ ἐπιστολῆς παρὰ Διονυσίου μέλλοντα ἀναιρεῖσθαι. θαυμάζετο δὲ καὶ παρὰ τοῖς πολλοῖς ἐπὶ πάσῃ ἀρετῇ· καὶ δὴ ἑπτάκις τῶν πολιτῶν ἐστρατήγησε, τῶν ἄλλων μὴ πλέον ἐνιαυτοῦ στρατηγούντων διὰ τὸ κωλύειν τὸν νόμον. πρὸς τοῦτον καὶ Πλάτων γέγραψεν ἐπιστολὰς δύο, ἐπειδήπερ αὐτῷ πρότερος 30 γέγραφε τοῦτον τὸν τρόπον. [Folgen §§80. 81 die vom Verfertiger der Okkelos- schriften gefälschten Briefe.]