Ancient Greek
1.267.1
Archytas of Tarentum, Testimonia 1.267.1
Unproofread scanNot analysed yet
κἂν γεωμετρίας πρῶτος κύβον εὕρεν, ὡς φησι Πλάτων ἐν Πολιτείᾳ [VII 528 B?]. 2. SUIDAS. Ἀρχύτας Ταραντῖνος Ἑστιαίου υἱὸς ἢ Μνησάρχου ἢ Μνασαφέτου ἢ Μνασαγόρου, φιλόσοφος Πυθαγορικός, οὗτος Πλάτωνα ἔσωσε μὴ φονευθῆναι ὑπὸ Διονυσίου τοῦ τυράννου, τοῦ κοινοῦ δὲ τῶν Ἰταλιωτῶν προέστη, στρατηγὸς αἱρεθεὶς αὐτοκράτωρ ὑπὸ τῶν πολιτῶν καὶ τῶν περὶ ἐκεῖνον τὸν τόπον Ἑλλήνων. ἅμα δὲ καὶ φιλοσοφίας ἐκπαιδεύων μαθητάς τ᾽ ἐνδόξους ἔσχε καὶ βιβλία συνέγραψε πολλά [aus Hesychios].