Ancient Greek
1.268.4
Archytas of Tarentum, Testimonia 1.268.4
Unproofread scanNot analysed yet
8. ATHEN. XII 519 B καὶ Ἀθηνοδωρος δὲ ἐν τῷ Περί σπουδῆς καὶ παιδείας Ἀρχύτην φησὶ τὸν Ταραντῖνον πολιτικὸν ἄμα καὶ φιλόσοφον γενόμενον πλείστους οἰκέτας ἔχοντα αἰεὶ τούτοις παρὰ τὴν δίαιταν ἀφιεμένοις εἰς τὸ συμπόσιον ἡδεσθαι. AEL. V. H. XII 15 ἀλλὰ καὶ Ἀ. ὁ Ταραντῖνος πολιτικὸς τε καὶ φιλόσοφος ἄνηρ γενόμενος πολλοὺς ἔχων οἰκέτας τοῖς αὐτῶν παιδίοις πᾶν σφόδρα ἐτέρπετο μετὰ τῶν οἰκοτριβῶν παίδων· μάλιστα δὲ ἐφίλει τέρπεσθαι αὐτοῖς ἐν τοῖς συμποσίοις. Vgl. A 10.