Ancient Greek
1.270.1
Archytas of Tarentum, Testimonia 1.270.1
Unproofread scanNot analysed yet
αὐτῇ γραμμῇ τινὰ· πάλιν δέ, ἐὰν τῆς ΑΔ μενούσης τὸ ΑΠΔ τρίγωνον περιενεχθῇ τὴν ἐναντίαν τῷ ἡμικυκλίῳ κίνησιν, κυνικὴν ποιήσει ἐπιφάνειαν τῇ ΑΠ εὐθείᾳ, ἡ δὴ περιεγομένη συμβαλεῖ τῇ κυλινδρικῇ γραμμῇ κατὰ τι σημεῖον· ἆμα δὲ καὶ τὸ Β περιγράφει ἡμικύκλιον ἐν τῇ τοῦ κώνου ἐπιφανείᾳ, ἔχων δὴ θέσιν κατὰ τὸν τόπον τῆς συμπτώσεως τῶν γραμμῶν τὸ μὲν κινούμενον ἡμικύκλιον ὡς τὴν τοῦ Δ'ΚΑ, τὸ δὲ ἀντιπεριαχόμενον τρίγωνον τὴν τοῦ Δ'ΛΑ, τὸ δὲ τῆς εἰρημένης συμπτώσεως σημεῖον ἔστω τὸ Κ. ἔστω δὲ καὶ τὸ διὰ τοῦ Β γραφόμενον ἡμικύκλιον τὸ ΒΜΖ, κοινὴ δὲ αὐτοῦ τομὴ καὶ τοῦ ΒΔΖΑ κύκλου ἔστω ἡ ΒΖ. καὶ ἀπὸ τοῦ Κ ἐπὶ τὸ τοῦ ΒΔΑ ἡμικυκλίου ἐπίπεδον κάθετος ἴχθω· πεσεῖται δὴ ἐπὶ τὴν τοῦ κύκλου περιφέρειαν διὰ τὸ ὀρθὸν ἔσταναι τὸν κύλινδρον. πίπτέτω καὶ ἔστω ἡ ΚΙ, καὶ ἡ ἀπὸ τοῦ Ι ἐπὶ τὸ Α ἐπιζευχθεῖσα συμβαλέτω τῇ ΒΖ κατὰ τὸ Θ, ἡ δὲ ΑΛ τῷ ΒΜΖ ἡμικυκλίῳ κατὰ τὸ Μ. ἐπεζεύχθωσαν δὲ καὶ αἱ ΚΔ', ΜΙ. ΜΘ. ἐπεὶ οὖν ἑκάτερον τῶν Δ'ΚΑ. ΒΜΖ ἡμικυκλίων ὀρθὸν ἔστι πρὸς τὸ ὑποκείμενον ἐπίπεδον, καὶ ἡ κοινὴ ἄρα αὐτῶν τομὴ ἡ ΜΘ πρὸς ὀρθὰς ἔστι τῷ τοῦ κύκλου ἐπιπέδῳ· ὥστε καὶ πρὸς τὴν ΒΖ ὀρθὴ ἐστιν ἡ ΜΘ. τὸ ἄρα ὑπὸ τῶν ΘΒ, ΘΖ, τούτεστι τὸ ὑπὸ ΘΑ, ΘΙ, ἴσον ἔστι τῷ ἀπὸ ΜΘ. ὅμοιον ἄρα ἔστι τὸ ΑΜΙ τρίγωνον ἑκατέρῳ τῶν ΜΙΘ. ΜΑΘ· καὶ ὀρθὴ ἡ ὑπὸ ΙΜΑ. ἔστιν δὲ καὶ ἡ ὑπὸ Δ'ΚΑ ὀρθή. παράλληλοι ἄρα εἰσιν αἱ ΚΔ', ΜΙ, καὶ ἔσται ἀνὰ λόγον ὡς ἡ Δ'Α πρὸς ΑΚ, τούτεστιν ἡ ΚΑ πρὸς ΑΙ, οὕτως ἡ ΙΑ πρὸς ΑΜ διὰ τὴν ὁμοιότητα τῶν τριγώνων· τέσσαρες ἄρα αἱ Δ'Α, ΑΚ, ΑΙ, ΑΜ ἐξῆς ἀνὰ λόγον εἰσίν. καὶ ἔστιν ἡ ΑΜ ἴση τῇ Γ, ἐπεὶ καὶ τῇ ΑΒ. δύο ἄρα δοθεισῶν τῶν ΑΔ, Γ δύο μέσαι ἀνὰ λόγον ἥρηνται αἱ ΑΚ, ΑΙ.