Ancient Greek
1.273.2
Archytas of Tarentum, Testimonia 1.273.2
Unproofread scanNot analysed yet
22 Aristot. Metaphys. H 2. 1043ᵃ19 ἔοικε γὰρ ὁ μὲν διὰ τῶν διαφορῶν λόγος τοῦ εἴδους καὶ τῆς ἐνεργείας εἶναι, ὁ δ᾽ ἐκ τῶν ἐνυπαρχόντων τῆς ὕλης ὁ μᾶλλον. ομοίως δὲ καὶ οἷος Ἀ. ἀπεδέχετο ὄρους· τοῦ συνάμφω γάρ εἰσιν, οἷον τί ἐστι νηρεμία· ἡρεμία ἐν πλήθει ἀέρος. ὕλη μὲν γὰρ ὁ ἀήρ, ἐνέργεια δὲ καὶ οὐσία ἡ ἡρεμία. τί ἐστι γαλήνη· ὁμαλότης θαλάττης, τὸ μὲν ὑποκείμενον ὡς ὕλη θάλαττα, ἡ δ᾽ ἐνέργεια καὶ ἡ μορφὴ ὁμαλότης.