Ancient Greek
1.273.4
Archytas of Tarentum, Testimonia 1.273.4
Unproofread scanNot analysed yet
24 —fr. 30 (Simpl. ph. 467,26) Ἀ. δὲ οὕτως ἠρώτα τὸν λόγον· ἐν τῶι ἐσχάτῳ οἷον τῶι ἀπλανεῖ οὐρανῶι γενόμενος πότερον ἐκτεῖναιμι ἂν τὴν χεῖρα ἢ τὴν ῥάβδον εἰς τὸ ἔξω ἢ οὔ; καὶ τὸ μὲν οὖν μὴ ἐκτείνειν ἄτοπον. εἰ δὲ ἐκτείνω. ἦτοι σῶμα ἢ τόπος τὸ ἐκτὸς ἔσται (διοίσει δὲ οὐδέν, ὡς μαθησόμεθα). ἀεὶ οὖν βαδίζεται τὸν αὐτὸν τρόπον ἐπὶ τὸ ἀεὶ λαμβανόμενον πέρας καὶ ταῦτόν ἐρωτήσει, καὶ εἰ ἀεὶ ἕτερον ἔσται ἐφ᾽ ὃ ἡ ῥάβδος, δῆλον ὅτι καὶ ἄπειρον. καὶ εἰ μὲν σῶμα, δέδεικται τὸ προκείμενον· εἰ δὲ τόπος, ἔστι δὲ τόπος τὸ ἐν ᾧ σῶμά ἐστιν ἢ δύναιτ᾽ ἂν εἶναι, τὸ δὲ δυνάμει ὡς ὄν χρή τιθέναι ἐπὶ τῶν ἀδιδῶν, καὶ οὕτως ἂν εἴη σῶμα ἄπειρον καὶ τόπος.