Ancient Greek
1.274.2
Archytas of Tarentum, Testimonia 1.274.2
Unproofread scanNot analysed yet
1. καλῶς μοι δοκοῦντι τοι περὶ τὰ μαθήματα διαγνῶμεναι, καὶ οὐδὲν ἄτοπον ὀρθῶς αὐτούς, οἷά ἐντι. περὶ ἐκάστων φρονεῖν· περὶ γὰρ τῶν ὅλων φύσιος καλῶς διαγνόντες ἐμελλον καὶ περὶ τῶν κατὰ μέρος, οἷά ἐντι, καλῶς ὀψεισθαι. περὶ τε δὴ τῶν ἄστρων ταχυτάτος καὶ ἐπιτολὰν καὶ δυσίων παρέδωκαν ἄμιν σαφῆ διάγνωσιν καὶ περὶ γαμετρίας καὶ ἀριθμῶν καὶ σφαιρικᾶς καὶ οὐχ ἧκιστα περὶ μουσικᾶς. ταῦτα γὰρ τὰ μαθήματα δοκοῦντι ἡμεν ἀδελφεά· περὶ γὰρ ἀδελφεά τὰ τοῦ ὄντος πρῶτιστα δύο εἴδεα τὰν ἀναστροφὰν ἔχει. πρᾶτον μὲν ὧν ἐσκέψαντο, ὅτι οὐ δυνατόν ἐστιν ἡμεν ψόφον μὴ γενθηθείσας πληγὰς τινων ποτ’ ἄλλαλα. πλαγὰν δὲ ἔφασι γίνεσθαι, ὅκα τὰ φερόμενα ἀπαντιάξαντα ἀλλήλοις συμπέτη· τὰ μὲν οὖν ἀντίαν φοράν φερόμενα ἀπαντιάζοντα αὐτὰ αὐτοῖς συγχαλάντα, δ’ ὁμοίως φερόμενα, μὴ ἴσωι δὲ τάχει, περικαταλαμβανόμενα παρὰ τῶν ἐπιφερομένων τυπτόμενα