Ancient Greek
1.277.4
Archytas of Tarentum, Testimonia 1.277.4
Unproofread scanNot analysed yet
μέσαι δὲ ἐντὶ τρὶς ταῖ μουσικαί, μία μὲν ἀριθμητικά, δευτέρα δὲ γαμετρικά, τρίτα δ' ὑπεναντία, ἂν καλέοντι ἀρμονικάν. ἀριθμητικὰ μέν, ὅκκα ξωντι τρεῖς ὅροι κατὰ 15 τὰν τοίαν ὑπεροχὰν ἀνὰ λόγον· ᾧ πρᾶτος δευτέρου ὑπερ-ἔχει, τούτῳ δεύτερος τρίτου ὑπερέχει. καὶ ἐν ταύται ἀναλογίαι συμπίπτει εἰμεν τὸ τῶν μειζόνων ὅρων διάστημα μεῖον, τὸ δὲ τῶν μειόνων μεῖζον. γαμετρικὰ δέ, ὅκκα ξωντι οἷος ὁ πρῶτος ποτὶ τὸν δεύτερον, καὶ ὁ δεύ-20 τερος ποτὶ τὸν τρίτον. τούτων δὲ οἱ μεῖζονες ὅροι ἴσον ποιοῦνται τὸ διάστημα καὶ οἱ μεῖους. ἃ δὲ ὑπεναντία, ἂν καλοῦμεν ἀρμονικάν, ὅκκα ξωντι <τοῖοι· ᾧ> ὁ πρῶτος ὅρος ὑπερέχει τοῦ δευτέρου αὐταύτου μέρει, τούτῳ ὁ μέσος τοῦ τρίτου ὑπερέχει τοῦ τρίτου μέρει. γίνεται δὲ