Ancient Greek
2.282.7
Archytas of Tarentum, Testimonia 2.282.7
Unproofread scanNot analysed yet
16. PTOLEM. harm. I 13 p. 31 Wall. [daraus Boeth. mus. V 17 ff.] Ἀ. δὲ ὁ Ταραντῖνος μάλιστα τῶν Πυθαγορείων ἐπιμεληθεὶς μουσικῆς πειρᾶται μὲν τὸ κατὰ τὸν λόγον ἀκόλουθον διασώζειν οὐχ ἐν ταῖς συμφωνίαις μόνον ἀλλὰ καὶ ταῖς τῶν τετραχόρδων διαιρέσεσιν, ὡς οἰκεῖον τῇ φύσει τῶν ἐμμελῶν ὄντος τοῦ συμμετρου τῶν ὑπεροχῶν . . . τρία μὲν τοίνυν οὕτως ὑφίσταται γένη, τὸ τε ἐναρμόνιον καὶ τὸ χρωματικὸν καὶ τὸ διατονικόν· ἑκάστου δὲ αὐτῶν ποιεῖται τὴν διαίρεσιν οὕτως· τὸν μὲν γὰρ ἐπόμενον λόγον ἐπὶ τῶν τριῶν γενῶν τῶν αὐτῶν ὑφίσταται καὶ ἐπικουοσθῆδομον (2/3), τὸν δὲ μέσον ἐπὶ μὲν τοῦ ἐναρμονίου ἐπιτριαχοστόπεμπτον (3/4), ἐπὶ δὲ τοῦ διατονικοῦ ἐπιέβδομον (4/5). ὥστε καὶ τὸν ἡγούμενον τοῦ μὲν ἐναρμονίου γένους συνάγεσθαι ἐπιτέταρτον (1/4), τοῦ δὲ διατονικοῦ ἐπόγδοον (1/8). τὸν δὲ ἐν ταῖς χρωματικαῖς γένει δεύτερον ἀπὸ τοῦ ὀξυτάτου φθόγγου λαμβάνει διὰ τοῦ τὴν αὐτὴν θέσιν ἔχοντος