Ancient Greek
2.284.1 to 2.284.4
Archytas of Tarentum, Testimonia 2.284.1-4
Unproofread scanNot analysed yet
τῆς δὲ διὰ τεσσάρων πέντε, τῆς δὲ διὰ πέντε τρία. ἐφ' ὧν δ' ἄν, φασί, τὰ ἀνόμοια ἐλάσσονα ἦι, ἐκεῖνα τῶν ἄλλων εἶσι συμφωνότερα· σύμφωνον μὲν ἐστιν ἡ διὰ πασῶν, ὅτι ταύτης τὰ ἀνόμοια ἐν· μεθ' ἣν ἡ διὰ πέντε, ὅτι ταύτης τὰ ἀνόμοια τρία. τελευταία δὲ ἡ διὰ τεσσάρων, ὅτι ταύτης τὰ ἀνόμοια πέντε [=fr. 4 Blass]. 18. —p. 277 ἔλεγον δὲ οἱ περὶ Ἀρχύταν ἑνὸς φθόγγου γίνεσθαι κατὰ τὰς συμφωνίας τὴν ἀντίληψιν τῇ ἀκοῇ [=fr. 3 Bl.] . 20. THEO Smyrn. p. 20. 19 Ἄ. δὲ καὶ Φιλόλαος ἀδιαφόρως τὸ ἓν καὶ μονάδα καλοῦσι καὶ τὴν μονάδα ἓν. 21. —p. 22, 5 Ἀριστοτέλης δὲ ἐν τῷ Πυθαγορικῷ [fr. 199 R.] τὸ ἓν φησιν ἀμφοτέρων [Grad und Ungrad] μετέχειν τῆς φύσεως· ἀρτίῳ μὲν γὰρ προστεθὲν περιττὸν ποιεῖ, περιττῷ δὲ ἀρτίον, ὃ οὐχ ἂν ἠδύνατο, εἰ μὴ ἀμφοῖν τοῖν φύσεσιν μετείχε· διὸ καὶ ἀρτιοπερίττον καλεῖσθαι τὸ ἓν. συμφέρεται δὲ τούτοις καὶ Ἄ.