Ancient Greek
2.287.18
Archytas of Tarentum, Testimonia 2.287.18
Unproofread scanNot analysed yet
βαρύν τὸν ἄχον. ἀλλὰ μὰν καὶ τοῖς ρόμβοις τοῖς ἐν ταῖς τελευταῖς κινουμένοις τὸ αὐτὸ συμβαίνει· ἀσυχάι μὲν κινούμενοι βαρὺν ἀφιέντι ἤχον, ἰσχυρῶς δέ, ὀξύν. ἀλλὰ μὰν καὶ ὁ γὰ κάλαμος, αἱ κα τις αὐτῷ τὸ κάτω μέρος ἀποφράξας ἐμφυσήσι, ἀφήσει (βαρέαν) τινὰ ἤμιν φωνάν· αἱ δὲ κα ἐς τὸ ἡμισυ ἢ ὁπόστον μέρος αὐτῷ, ὀξὺν φθεγξεται· τὸ γὰρ αὐτὸ πνεῦμα διὰ μὲν τῶ μακρῶ τόπω ἀσθενὲς ἐκφέρεται, διὰ δὲ τῶ μειονος σφοδρόν.