Ancient Greek
2.289.1
Archytas of Tarentum, Testimonia 2.289.1
Unproofread scanNot analysed yet
μειζόνων ὁρῶν διάστημα μεῖον, τὸ δὲ τῶν μειόνων μειζόν. γαμετρικὰ δέ, ὅκκα ἑωντι οἷος ὁ πρῶτος ποτὶ τὸν δεύτερον, καὶ ὁ δεύτερος ποτὶ τὸν τρίτον. τούτων δὲ οἱ μειζόνες ἴσον ποιοῦνται τὸ διάστημα καὶ οἱ μειους. ἄ δὲ ὑπεναντία, ἂν καλοῦμεν ἀρμονικάν, ὅκκα ἑωντι <τοῖσι· ὧι> ὁ πρῶτος ὁρος ὑπερέχει τοῦ δευτέρου αὐταύτου μέρει, τῶντῶι ὁ μέσος τοῦ τρίτου ὑπερέχει τοῦ τρίτου μέρει. γίνεται ἐν ταύται ταῖ ἀναλογίαι τὸ τῶν μειζόνων ὁρῶν διάστημα μεῖζον, τὸ δὲ τῶν μειόνων μεῖον.